- 텍스트

Demosthenes, Speeches 31-40, Πρὸς Ὀνήτορα Ἐξούλης Β? 16:

(데모스테네스, Speeches 31-40, Πρὸς Ὀνήτορα Ἐξούλης Β 16:)

τίς γὰρ ἀνθρώπων ἠλίθιός ἐστιν οὕτως ὥστ ἀργύριον μὲν δοὺς τοσοῦτον, ἔπειθ ἓν λαβὼν χωρίον ἀμφισβητούμενον εἰς ἀποτίμησιν, σὺν οἷς πρότερον ἐζημίωτο, τὸν ἀδικήσανθ ὡς δίκαιόν τι ποιήσοντα καὶ τοῦ τῆς δίκης ὀφλήματος προσεγγυήσασθαι· ἐγὼ μὲν οὐδέν οἶμαι. καὶ γὰρ οὐδὲ λόγον τὸ πρᾶγμ ἔχον ἐστίν, τὸν αὐτὸν αὑτῷ μὴ δυνάμενον κομίσασθαι τάλαντον, τοῦτον ἄλλῳ τινὶ φάσκειν ἀποτείσειν καὶ ταῦτ ἐγγυᾶσθαι. ἀλλὰ καὶ ἀπ αὐτῶν τούτων ἐστὶ δῆλον ὅτι τὴν μὲν προῖκ οὐκ ἔδωκεν, ἀντὶ δὲ πολλῶν χρημάτων τῶν ἐμῶν οἰκεῖος ὢν Ἀφόβῳ ταῦτ ἀπετιμᾶτο, κληρονόμον τὴν ἀδελφὴν τῶν ἐμῶν μετ ἐκείνου καταστῆσαι βουλόμενος.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION