- 텍스트

Bacchylides, Οδες ῾Γρεεκ᾿?, dithyrambs, ode 19 Ιώ Ἀθηναίοις

(바킬리데스, Οδες ῾Γρεεκ᾿, dithyrambs, ode 19 Ιώ Ἀθηναίοις)

πάρεστι μυρία κέλευθος ἀμβροσίων μελέων, ὃς ἂν παρὰ Πιερίδων λά- χῃσι δῶρα Μουσᾶν, ἰοβλέφαροί τε καὶ φερεστέφανοι Χάριτες βάλωσιν ἄμφι τιμὰν ὕμνοισιν: ὕφαινέ νυν ἐν ταῖς πολυηράτοις τι κλεινὸν ὀλβίαις Ἀθάναις, εὐαίνετε Κηϊα μέριμνα. πρέπει σε φερτάταν ἴμεν ὁδὸν παρὰ Καλλιόπας λα- χοῖσαν ἔξοχον γέρας. ἠε῀ν Ἄργος ὅθ ἵππιον λιποῦσα φεῦγε χρυσέα βοῦς, εῦρυσθενέος φραδαῖσι φερτάτου Διός, Ἰνάχου ῥοδοδάκτυλος κόρα: ὅτ Ἄργον ὄμμασιν βλέποντα πάντοθεν ἀκαμάτοις μεγιστοάνασσα κέλευσε χρυσόπεπλος Ἥρα ἄκοιτον ἀΰπνον ἐόν- τα καλλικέραν δάμαλιν φυλάσσεν:

οὐδὲ Μαίας υἱὸς δύνατ οὔτε κατ εὐ- φεγγέας ἁμέρας λαθεῖν νιν οὔτε νύκτας ἁγν[άς. εἴτ οὖν γένετ ἐ[ν ποδαρκέ ἄγγελο[ν Διὸς κτανεῖν τότε [Γᾶς ὀβριμοσπόρου λ[ Ἄργον: ἤ ῥα καὶ [ ἄσπετοι μέριμν[αι: ἢ Πιερίδες φύτευ[σαν καδέων ἀνάπαυς[ιν ἐμοὶ μὲν οὖν ἀσφαλέστατον ἁ προ[ ἐπεὶ παρ ἀνθεμώ[δεα Νεῖλον ἀφίκετ ο[ἰστροπλὰξ Ιὢ φέρουσα παῖδ[α ! !

! Ἔπαφον: ἔνθα νι[ν ! ! ! λινοστόλων πρύ[τανιν ! ! ὑπερόχῳ βρύοντ[α ! ! ! μεγίσταν τε θνα[τῶν ! ! ὅθεν καὶ Ἀγανορί[δας ἐν ἑπταπύλοις[ι Θήβαις Κάδμος Σεμέλ[αν φύτευσεν, ἃ τὸν ὀρσιβάκχαν τίκτεν Διόνυσον, [! ! ! ! καὶ χορῶν στεφα[νοφόρων ἄνακτα.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION