- 텍스트

Bacchylides, Οδες ῾Γρεεκ᾿?, dithyrambs, ode 18 Θησεύς

(바킬리데스, Οδες ῾Γρεεκ᾿, dithyrambs, ode 18 Θησεύς)

βασιλεῦ τᾶν ἱερᾶν Ἀθανᾶν, τῶν ἁβροβίων ἄναξ Ιὤνων, τί νέον ἔκλαγε χαλκοκώδων σάλπιγξ πολεμηΐαν ἀοιδάν· ἦ τις ἁμετέρας χθονὸς δυσμενὴς ὁρ´ι ἀμφιβάλλει στρατα: γέτας ἀνήρ· ἢ λῃσταὶ κακομάχανοι ποιμένων ἀέκατι μήλων σεύοντ ἀγέλας βίᾳ· ἢ τί τοι κραδίαν ἀμύσσει· φθέγγευ: δοκέω γὰρ εἴ τινι βροτῶν ἀλκίμων ἐπικουρίαν καὶ τὶν ἔμμεναι νέων, ὦ Πανδίονος υἱὲ καὶ Κρεούσας. νέ]ον ἦλθεν δολιχὰν ἀμείψας κᾶρυξ ποσὶν Ἰσθμίαν κέλευθον:

ἄφατα δ ἔργα λέγει κραταιοῦ φωτός: τὸν ὑπέρβιόν τ ἔπεφνεν Σίνιν, ὃς ἰσχύϊ φέρτατος θνατῶν ἦν, Κρονίδα Λυταίου σεισίχθονος τέκος: σῦν τ ἀνδροκτόνον ἐν νάπαις Κρεμμυῶνος, ἀτάσθαλόν τε Σκίρωνα κατέκτανεν: τάν τε Κερκυόνος παλαίστραν ἔσχεν, Πολυπήμονός τε καρτερὰν σφῦραν ἐξέβαλεν Προκό- πτας, ἀρείονος τυχὼν φωτός. ταῦτα δέδοιχ ὅπᾳ τελεῖται. τίνα δ ἔμμεν πόθεν ἄνδρα τοῦτον λέγει, τίνα τε στολὰν ἔχοντα·

πότερα σὺν πολεμηΐοις ὅ- πλοισι στρατιὰν ἄγοντα πολλάν· ἢ μοῦνον σὺν ὀπ. άοσιν στείχειν ἔμπορον οἷ ἀλάταν ἐπ ἀλλοδαμίαν, ἰσχυρόν τε καὶ ἄλκιμον ὧδε καὶ θρασύν, ὅς τε τούτων ἀνδρῶν κρατερὸν σθένος ἔσχεν· ἦ θεὸς αὐτὸν ὁρμᾷ, δίκας ἀδίκοισιν ὄφρα μήσεται: οὐ γὰρ ῥᾴδιον αἰὲν ἔρ- δοντα μὴ ντυχεῖν κακῷ. πάντ ἐν τῷ δολιχῷ χρόνῳ τελεῖται. δύο ϝοι φῶτε μόνους ἁμαρτεῖν λέγει, περὶ φαιδίμοισι δ ὤμοις ξίφος ἔχειν <ἐλεφαντόκωπον>:

ξεστοὺς δὲ δύ ἐν χέρεσς ἄκοντας κηὔτυκτον κυνέαν Λάκαι- ναν κρατὸς πέρι πυρσοχαίτου: στέρνοις τε πορφύρεον χιτῶν ἄμφι, καὶ οὔλιον Θεσσαλὰν χλαμύδ: ὀμμάτων δὲ στίλβειν ἄπο Λαμνίαν φοίνισσαν φλόγα: παῖδα δ ἔμμεν πρώθηβον, ἀρηΐων δ ἀθυρμάτων μεμνᾶσθαι πολέμου τε καὶ χαλκεοκτύπου μάχας: δίζησθαι δὲ φιλαγλάους Ἀθάνας.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION