호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νᾶα παρὰ λεπτόπρυμνον φάνη: φεῦ, οἱαίσιν ἐν φροντίσι Κνώσιον ἔσχασεν στραταγέταν, ἐπεὶ μόλ ἀδίαντος ἐξ ἁλὸς θαῦμα πάντεσσι, λάμ- πε δ ἀμφὶ γυίοις θεῶν δῶρ, ἀγλαό- θρονοί τε κοῦραι σὺν εὐ- θυμία νεοκτίτῳ ὠλόλυξαν, ἔ- κλαγεν δὲ πόντος: ἠΐθεοι δ ἐγγύθεν νέοι παιάνιξαν ἐρατᾷ ϝοπί. Δάλιε, χοροῖσι Κηΐων φρένα ἰανθεὶς ὄπαζε θεόπομπον ἐσθλῶν τύχαν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기