호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἱέτο δ ὠκύπομπον δόρυ: ἄπιστον ὅ τι δαίμονες θέωσιν οὐδὲν φρενοάραις βροτοῖς: σόει νιν βορεὰς ἐξόπιν πνέους ἀήτα: τρέσσαν δ Ἀθαναίων ἠϊθέων < πᾶν > γένος, ἐπεὶ ἡρ´ως θόρεν πόντονδε, κα- τὰ λειρίων τ ὀμμάτων δά- κρυ χέον, βαρεῖαν ἐπιδέγμενοι ἀνάγκαν: φέρον δὲ δελφῖνες ἁλι- ναιέται μέγαν θοῶς Θησέα πατρὸς ἱππί- ου δόμον, μέγαρόν τε θεῶν μόλεν: τόθι κλυτὰς ἰδὼν ἔδεις ὀλβίοιο Νη- ρέος κόρας: ἀπὸ γὰρ ἀγλα- ῶν λάμπε γυίων σέλας ὧτε πυρός, ἀμφὶ χαίταις δὲ χρυσεόπλοκοι δίνηντο ταινίαι: χορῷ δ ἔτερ- πον κέαρ ὑγροῖσι ποσσίν: σεμνάν τε πατρὸς ἄλοχον φίλαν ἴδε βοῶπιν ἐρατοῖ- σιν Ἀμφιτρίταν δόμοις: ἅ νιν ἀμφέβαλεν αἰόλαν πορφύραν, κόμαισί τ ἐπέθηκεν οὔλαις ἀμεμφέα πλόκον, τόν ποτέ ϝοι ἐν γάμῳ δῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기