호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντήνορος] ἀντιθέου ! ! ! ! ! ! ]ρ; α; κ; ο; ι; τ; ις Ἀθάνας πρόσπολος, ] Παλλάδος ὀρσιμάχου χ]ρυσέας ]ν Ὀδυσσεῖ Λαρτιᾴδᾳ Μενελ]άῳ τ Ἀτρεΐδᾳ βασιλεῖ βαθύ]ζωνος Θεανὼ ]ον ] προσήνεπεν ἐ]ϋκτιμέναν ]δ; ἆγον, πατὴρ δ εὔβουλος ἡρ´ως πάντα σάμαινεν Πριάμῳ βασιλεῖ παίδεσσί τε μῦθον Ἀχαιῶν.
ἔνθα κάρυκες δι εὐ- ρεῖαν πόλιν ὀρνύμενοι Τρώων ἀόλλιζον φάλαγγας δεξίστρατον εἰς ἀγοράν. παντᾷ δὲ διέδραμεν αὐδάεις λόγος: θεοῖς δ ἀνίσχοντες χέρας ἀθανάτοις εὔχοντο παύσασθαι δυᾶν.
Μοῦσα, τίς πρῶτος λόγων ἆρχεν δικαίων· Πλεισθενίδας Μενέλαος γάρυϊ θελξιεπεῖ φθέγξατ, εὐπέπλοισι κοινώσας Χάρισσιν: ὦ Τρῶες ἀρηΐφιλοι, Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται, οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων, ἀλλ ἐν μέσῳ κεῖται κιχεῖν πᾶσιν ἀνθρώποις Δίκαν ἰθεῖαν, ἁγνᾶς Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιτος:
ὀλβίων παῖδές νιν αἱρεῦνται σύνοικον. ἁ δ αἰόλοις κέρδεσσι καὶ ἀφροσύναις ἐξαισίοις θάλλους ἀθαμβὴς Ὕβρις, ἃ πλ[οῦτον] δύναμίν τε θοῶς ἀλλότριον ὤπασεν, αὖτις δ ἐς βαθὺν πέμπει φθόρον, κείνα καὶ ὑπερφιάλους Γᾶς παῖδας ὤλεσσεν Γίγαντας.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기