호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δοίαξε δὲ φάσγανον ἄμ- φακες ἐν στέρνοισι πᾶξαι. ἀλλά νιν αἰχμοφόροι μύθοισί τε μειλιχίοις καὶ βίᾳ χειρῶν κάτεχον. τρισκαίδεκα μὲν τελέους μῆνας κατὰ δάσκιον ἠλύκταζον ὕλαν φεῦγόν τε κατ Ἀρκαδίαν μηλοτρόφον: ἀλλ ὅτε δὴ Λοῦσον ποτὶ καλλιρόαν πατὴρ ἵκανεν, ἔνθεν χρόα νιψάμενος φοι- νικο[κραδέμνοι]ο Λατοῦς κίκλ[ῃσκε θύγατρα] βοῶπιν, χεῖρας ἀντείνων πρὸς αὐγὰς ἱππώκεος ἀελίου, τέκνα δυστάνοιο λύσσας πάρφρονος ἐξαγαγεῖν:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기