- 텍스트

Bacchylides, Οδες ῾Γρεεκ᾿?, epinicians, ode 11 Ἀλεχιδάμῳ Μεταποντινῷ Παιδί ΠαλαιστῇΠύθια 4:

(바킬리데스, Οδες ῾Γρεεκ᾿, epinicians, ode 11 Ἀλεχιδάμῳ Μεταποντινῷ Παιδί ΠαλαιστῇΠύθια 4:)

τὰς ἐξ ἐρατῶν ἐφόβησεν παγκρατὴς Ἥρα μελάθρων Προίτου, παραπλῆγι φρένας καρτερᾷ ζεύξας ἀνάγκᾳ: παρθενίᾳ γὰρ ἔτι ψυχᾷ κίον ἐς τέμενος πορφυροζώνοιο θεᾶς: φάσκον δὲ πολὺ σφέτερον πλούτῳ προφέρειν πατέρα ξανθᾶς παρέδρου σεμνοῦ Διὸς εὐρυβία. ταῖσιν δὲ χολωσαμένα στήθεσσι παλίντροπον ἔμβαλεν νόημα: φεῦγον δ ὄρος ἐς τανίφυλλον, σμερδαλέαν φωνὰν ἱεῖσαι, Τιρύνθιον ἄστυ λιποῦσαι καὶ θεοδμάτους ἀγυιάς, ἤδη γὰρ ἔτος δέκατον θεοφιλὲς λιπόντες Ἄργος ναῖον ἀδεισιβόαι χαλκάσπιδες ἡμίθεοι σὺν πολυζήλῳ βασιλεῖ. νεῖκος γὰρ ἀμαιμάκετον βληχρᾶς ἀνέπαλτο κασιγνητοῖς ἀπ ἀρχᾶς Προίτῳ τε καὶ Ἀκρισίῳ:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION