호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Νίκα [γλυκύδωρε, μεγίσταν σοὶ πατ[ὴρ ὤπασσε τιμὰν ὑψίζυγ[ος Οὐρανιδᾶν ἐν πολυχρύσῳ δ Ὀλύμπῳ Ζηνὶ παρισταμένα κρίνεις τέλος ἀθανάτοι- σίν τε καὶ θνατοῖς ἀρετᾶς. ἔλλαθι, [βαθυ]πλοκάμου κούρα [Στυγὸς ὀρ]θοδίκου: σέθεν δ ἕκατι καὶ νῦν Μεταπόντιον εὐ- γυίων [κατέχ]ουσι νέων κῶμοί τε καὶ εὐφροσύναι θεότιμον ἄστυ: ὑμνεῦσι δὲ Πυθιόνικον παῖδα θαητὸν Φαΐσκου.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기