호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φή]μα, σὺ γ[ὰ]ρ ἀ[γγελίαις θνατῶν ἐπ]οιχνεῖς φῦ]λα, καὶ πᾶ[! ! ! ! ! ! ]μ; εαλμει; [ ! ! ! ! ! ]πὸ κεύ[ ! ! ! ! ]νωνται [ ]! ! ῳ ξ[υν]όν, ὅ,τι χρυ[σέαν ο[! ! ! ] ὀφθαλμοῖσι Ν[ίκαν π[αῦλ]αν ἀπράκταν [! ! ! ! ! [ Ἀ[γλ]αῷ καὶ νῦν κασιγνήτας ἀκοίτας νασιῶτιν ἐκίνησεν λιγύφθογγον μέλισσαν, ἀχ]ειρὲς ἵν ἀθάνατον Μουσᾶν ἄγαλμα ξυνὸν ἀνθρώποισιν εἰή χάρμα, τεὰν ἀρετὰν μανῦον ἐπιχθονίοισιν, ὁσσάκις Νίκας ἕκατι ἄνθεσι ξανθὰν ἀναδησάμενος κεφαλὰν κῦδος εὐρείαις Ἀθάναις θῆκας Οἰνείδαις τε δόξαν. ἐν Ποσειδᾶνος περικλειτοῖς ἀέθλοις εὐθὺς ἔνδειξ]ας Ἕλλασιν ποδῶν ὁρμὰν ταχεῖαν:
δεύτερον δ οὔ]ροισιν ἔπι σταδίου, θερμ[ὰν ἔτι] πνέων ἀέλλαν, ἔστα[:
βρέχω]ϝ; δ ᾆξ αὖτε θατήρων ἐλαίῳ φάρε[ ἐς εὔθροο]ν ἐμπίτνων ὅμιλον, τετρ[αέλικτο]ν ἐπεὶ κάμ[ψεν δρό]μον. Ἰσθμιονίκαν δίς ν[ιν ἀγκ]άρυξαν εὐβού- λων [ἀεθλάρχ]ων προφᾶται: δὶς δ ἐ[ν Νεμέ]ᾳ Κρονίδα Ζηνὸς παρ ἁγνὸν βωμό[ν:
ἁ κλει]νά τε Θήβα δέκτ[ό νιν ε]ὐρύχορόν τ Ἄργο[ς Σικυώ]ν τε κατ αἶσαν: οἵ τε Π[ελλάν]αν νέμονται, ἀμφί τ Εὔβοιαν πολ[υλάϊο]ν, οἵ θ ἱερὰν νᾶσο[ν Αἴγιν]αν. ματεύει δ ἄλλ[ος ἀλλοί]αν κέλευθον, ἅντι[να στείχ]ων ἀριγνώτοιο δόξας τεύξεται. μυρίαι δ ἀνδρῶν ἐπιστᾶμαι πέλονται: ἢ γὰρ σοφὸς ἢ Χαρίτων τιμᾶν λελογχὼς ἐλπίδι χρυεῳ τέθαλεν:
ἤ τινα θευπροπίαν εἰδώς: ἕτερος δ ἐπὶ πάσι ποικίλον τόξον τιταίνει: οἱ δ ἐπ ἔργοισίν τε καὶ ἀμφὶ βοῶν ἀγέλαις θυμὸν αὔξουσιν: τὸ μέλλον δ ἀκρίτους τίκτει τελευτάς, πᾷ τύχα βρίσει. τὸ μὲν κάλλιστον, ἐσθλὸν ἄνδρα πολλῶν ὑπ ἀνθρώπων πολυζήλωτον εἶμεν: οἶδα καὶ πλούτου μεγάλαν δύνασιν, ἃ καὶ τὸν ἀχρεῖον τί[θης]ι χρηστόν.
τί μακρὰν γλῶσσαν ἰθύσας ἐλαύνω ἐκτὸς ὁδοῦ · πέφαται θνατοῖσι νίκας ὕστε]ρον εὐφροσύνα: αὐλῶν [δὲ μειγν;
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기