호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιῷ[δ ὑπερθύ]μῳ ς[θένε]ι γυια[λκέα σώ]ματα [πρὸς γ]αίᾳ πελάσσας ἵκετ [Ἀσωπὸ]ν παρὰ πορφυροδίναν, τοῦ κ[λέος π]ᾶσαν χθόνα ἦλθε[ν καὶ] ἐπ ἔσχατα Νείλου: ταί τ ἐπ ε[ὐν]αεῖ πόρῳ οἰκεῦσι Θερμώδοντος, ἐγχέων ἵστορες κοῦραι διωξίπποι Ἄρηος, σῶν, ὦ πολυζήλωτε ϝάναξ ποταμῶν, ἐγγόνων γεύσαντο, καὶ ὑψιπύλου Τροίας ἕδος.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기