호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πενταέθλοισιν γὰρ ἐνέπρεπεν ὡς ἄστρων διακρίνει φάη νυκτὸς διχομήνιδος εὐφεγγὴς σελάνα: τοῖος Ἑλλάνων δι ἀπείρονα κύκλον φαῖνε θαυμαστὸν δέμας, δισκὸν τροχοειδέα ῥίπτων, καὶ μελαμφύλλου κλάδον ἀκτέας ἐς αἰπεινὰν προπέμπων αἰθέρ ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν, ἢ τελευταίας ἀμάρυγμα πάλας:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기