호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κεῖ[θι φοι]νικάσπιδες ἡμίθεοι πρώτιστον Ἀργείων κριτοὶ ἄθλησαν ἐπ Ἀρχεμόρῳ, τὸν ξανθοδερκὴς πέφν ἀωτεύοντα δράκων ὑπέροπλος, σᾶμα μέλλοντος φόνου. ὦ μοῖρα πολυκρατές: οὔ νιν πεῖθ Οἰ¨κλείδας πάλιν στείχειν ἐς εὐάνδρους ἀγυιάς. ἐλπὶς ἀνθρώπων ὑφαιρ[εῖται νόημ]α ἃ καὶ τότ Ἄδραστον Ταλ[αϊονίδαν πέμπεν ἐς Θήβας Πολυνείκεϊ πλα[γκτῷ] πρόξεν[ον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기