호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ οὐ γάρ τίς ἐστιν πρᾶξις τάδε μυρομένοις, χρὴ κεῖνο λέγειν ὅ,τι καὶ μέλλει τελεῖν. ἦ ῥα τις ἐν μεγάροις Οἰνῆος ἀρηϊφίλου ἔστιν ἀδμήτα θυγάτρων, σοὶ φυὰν ἀλιγκία· τάν κεν λιπαρὰν ἐθέλων θείμαν ἄκοιτιν. τὸν δὲ μενεπτολέμου ψυχὰ προσέφα Μελεά- γρου: λίπον χλωραύχενα ἐν δώμασι Δαϊάνειραν, νῆϊν ἔτι χρυσέας Κύπριδος θελξιμβρότου.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기