호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δ ὤ]λεσε μοῖρ ὀλοὰ πλεῦνα]ς: οὐ γάρ πω δαΐφρων παῦσεν] χόλον ἀγροτέρα Λατοῦς θυγάτηρ: περὶ δ αἴθωνος δορᾶς μαρνάμεθ ἐνδυκέως Κουρῆσι μενεπτολέμοις: ἔνθ ἐγὼ πολλοῖς σὺν ἄλλοις Ἴφικλον κατέκτανον ἐσθλόν τ Ἀφάρητα, θοοὺς μάτρωας: οὐ γὰρ καρτερόθυμος Ἄρης κρίνει φίλον ἐν πολέμῳ: τυφλὰ δ ἐκ χειρῶν βέλη ψυχαῖς ἔπι δυσμενέων φοι- τᾷ θάνατόν τε φέρει τοῖσιν ἂν δαίμων θέλῃ:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기