호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοι στασάμεθ ἐνδυκέως ἓξ ἄματα συνεχέως: ἐπεὶ δὲ δαίμων κάρτος Αἰτωλοῖς ὄρεξεν, θάπτομεν οὓς κατέπε- φνεν σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ, Ἀγκαῖον ἐμῶν τ Ἀγέλαον φ[έρτ]ατον κεδνῶν ἀδελφεῶν, οὓς τέ]κεν ἐν μεγάροις πατρὸ]ς Ἀλθαία περικλειτοῖσιν Οἰνέος:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기