호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ γὰρ ἂν πλάξιππος Οἰνεὺς παῦσεν καλυκοστεφάνου σεμνᾶς χόλον Ἀρτέμιδος λευκωλένου λισσόμενος πολέων τ αἰγῶν θυσίαισι πατὴρ καὶ βοῶν φοινικονώτων: ἀλλ ἀνίκατον θεὰ ἔσχεν χόλον: εὐρυβίαν δ ἔσσευε κούρα κάπρον ἀναιδομάχαν ἐς καλλίχορον Καλυδῶ- ν, ἔνθα πλημύρων σθένει ὄρχους ἐπέκειρεν ὀδόντι, σφάζε τε μῆλα, βροτῶν θ ὅστις εἰσάνταν μόλοι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기