호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπὶ τούτῳ μέντοι ἤδη πολύτροποι ἐξακοντισμοὶ γίγνονται ἢ κούφων παλτῶν ἢ καὶ βελῶν, οὐκ ἀπὸ τόξου τούτων γε ἀλλ᾿ ἀπὸ μηχανῆς ἀφιεμένων, ἢ λίθων ἐκ χειρὸς ἢ ἐκ σφενδόνης ἐπὶ τὸν σκοπόν, ὃς μέσος τοῖν δυοῖν, οἷν ἤδη μνήμην ἐποιησάμην, ἵσταται.? καὶ ἐνταῦθα αὖ καλόν, εἰ συντρίψειαν τοῖς λίθοις τὸν σκοπόν, ὅ δὲ τύχοι οὐκ εὐμαρὴς συντριβῆναι.
οὐ μὴν οὐδὲ ἐπὶ τοῖσδε λήγει αὐτοῖς τὰ γυμνάσια, ἀλλὰ κοντοὺς γὰρ τὰ μὲν πρῶτα ὀρθοὺς ὡς ἐς προβολὴν φέροντες ἐπελαύνουσιν, ἔπειτα ὡς πολεμίου φεύγοντος ἐξικόμενοι:
οἳ δὲ ὡς ἐπ᾿ ἄλλον πολέμιον ἐν τῇ ἐπιστροφῇ τοῦ ἵππου τούς τε θυρεοὺς ὑπὲρ τὴν κεφαλὴν αἰωρήσαντες ἐς τὸ κατόπιν σφῶν μετήνεγκαν, καὶ τοὺς κοντοὺς ὑπερελίξαντες ὡς ἐπελαύνοντος ἄλλου πολεμίου ἐξίκοντο.
καὶ τὸ ἔργον τοῦτο Κελτιστὶ τολούτεγον καλεῖται. καὶ ἐπὶ τῷδε εὖ τὰς σπάθας σπασάμενοι ἄλλοτε ἄλλην πληγὴν παραφέρουσιν, ὅπως μάλιστα οἱό῀ν τε, ἢ φεύγοντος πολεμίου ἐξικέσθαι ἢ πεσόντα κατακανεῖν ἢ καὶ πρᾶξαί τι ἐκ πλαγίων παραθέοντες.
ἐπὶ τούτῳ μέντοιπηδήσεις ἐπὶ τοὺς ἵππους ὡς ἔνι ποικιλωτάτας ποιοῦνται, ὅσαις ἰδέαις καὶ ὅσοις σχήμασιν ἀναβαίνεται ἵππος ὑπὸ ἱππέως:
καὶ τελευταίαν δὴ τὴν ἐνόπλιον πήδησιν ἐπιδεικνύουσι θέοντος τοῦ ἵππου, ἥντινα ὁδοιπορικὴν ὀνομάζουσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기