- 텍스트

Arrian, chapter 35

(아리아노스, chapter 35)

ἠσκημένη, ὁπόθεν ἂν μάλιστα ἐκ τοῦ ἀφανοῦς ἐξελαύνειν δόξειαν καὶ μὴ ἁπλῆν ἀλλ᾿ ὡς ἔνι ποικίλην τὴν ἐκδρομὴν ποιεῖσθαι.? οὐ τοῖς Ῥωμαϊκοῖς μόνον ἀλλὰ καὶ τοῖς Σκυθικοῖς, τοῦ ποικιλωτέραν τε καὶ ἅμα φοβερωτέραν γίγνεσθαι τὴν ἐπέλασιν.

τὰ Σκυθικὰ δὲ σημεῖά ἐστιν ἐπὶ κοντῶν ἐν μήκει συμμέτρῳ δράκοντες ἀπαιωρούμενοι.

ποιοῦνται δὲ ξυρραπτοὶ ἐκ ῥακῶν βεβαμμένων, τάς τε κεφαλὰς καὶ τὸ σῶμα τᾶν ἔστε ἐπὶ τὰς οὐρὰς εἰκασμένοι ὄφεσιν, ὡς φοβερώτατα οἱό῀ν τε εἰκασθῆναι. καὶ τὰ σοφίσματα ταῦτα. ἀτρεμούντων μὲν τῶν ἵππων οὐδὲν πλέον ἢ ῥάκη ἄν ἴδοις πεποικιλμένα ἐς τὸ κάτω ἀποκρεμάμενα, ἐλαυνομένων δὲ ἐμπνεόμενα ἐξογκοῦται, ὥστε ὡς μάλιστα τοῖς θηρίοις ἐπεοικέναι, καί τι καὶ ἐπισυρίζειν πρὸς τὴν ἄγαν κίνησιν ὑπὸ τῇ πνοῇ βιαίᾳ διερχομένῃ.

μένῃ.

καὶ ταῦτα τὰ σημεῖα οὐ τῇ ὄψει μόνον ἡδονὴν ἢ ἔκπληξιν παρέχει, ἀλλὰ καὶ ἐς διάκρισιν τῆς ἐπελάσεως καὶ τὸ μὴ ἐμπίπτειν ἀλλήλαις τὰς τάξεις ὠφέλιμα γίγνεται.

οἱ δαημονέστατοι τῶν ἐξελιγμῶν τε καὶ ἐπιστροφῶν, ἐς ἄλλους καὶ ἄλλους κύκλους ἢ ἄλλας καὶ ἐπιστροφῶν, ἐς ἄλλους καὶ ἄλλους κύκλους ἢ ἄλλας καὶ ἄλλας ἐπ᾿ εὐθὺ ἐκδρομὰς ἐπιλέγονται, τὸ δὲ πλῆθος οὐδὲν ἄλλο μεμελέτηκεν, ὅτι μὴ ἕπεσθαι τῷ οἰκείῳ ἕκαστοι σημείῳ.

καὶ οὕτω ποικίλαι μὲν αἱ ἐπιστροφαί, πολυειδεῖς δὲ οἱ ἐξελιγμοί, πολύτροποι δὲ ἄλλῃ καὶ ἄλλῃ αἱ ἐπελάσεις γιγνόμεναι ἀσυγχύτους ὅμως τὰς τάξεις παρέχονται.

συνενεχθὲν δὲ σημεῖον σημείῳ ἢ ἵππος ἵππῳ ἐμπεσὼν ἀναταράξειεν ἂν τὴν πᾶσαν τάξιν καὶ οὐ τὸ κάλλος μόνον ἀλλὰ καὶ τὴν χρείαν διαφθείρειε τοῦ ἔργου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION