호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ γοῦν ἐπ᾿ αὐτοῖς δρώμενα ἐς τοῦτο ἔτι τὰ μὲν Ἀχαιῶν νόμῳ δρᾶσθαι λέγεται, τὰ δὲ κοινῷ Ἑλλήνων.? δρᾶται δὲ ἔστιν ἃ καὶ Φρύγια: καὶ γὰρ ἡ Ῥέα αὐτοῖς ἡ Φρυγία τιμᾶται ἐκ Πεσσινοῦντος ἐλθοῦσα, καὶ τὸ πένθος τὸ ἀμφὶ τῷ Ἄττῃ Φρύγιον ὀ`ν ἐν Ῥώμῃ πενθεῖται, καὶ τὸ λουτρὸν δ᾿ ἡ Ῥέα, ἀφ᾿ οὗ τοῦ πένθους λήγει, Φρυγῶν νόμῳ λοῦται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기