호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι οὐδὲ αὐτοῖς Ῥωμαίοις τὰ πολλὰ τῆς πατρίου φωνῆς ἔχεται ἀλλ᾿ ἔστιν ἃ τῆς Ἰβήρων ἢ Κελτῶν, ἐπεὶ τὰ πράγματα αὐτὰ Κελτικὰ ὄντα προσέλαβον, εὐδοκιμήσαντος αὐτοῖς ἐν ταῖς μάχαις τοῦ Κελτῶν ἱππικοῦ.? εἰ γάρ τοι ἐπ᾿ ἄλλῳ τῳ, καὶ ἐπὶ τῷδε ἄξιοι ἐπαινεῖσθαι ῾Ρωμαῖοι, ὅτι οὐ τὰ οἰκεῖα καὶ πάτρια οὕτω τι ἠγάπησαν, ὡς τὰ πανταχόθεν καλὰ ἐπιλεξάμενοι οἰκεῖα σφίσιν ἐποιήσαντο.
οὕτω τοι εὑρ´οις ἂν καὶ ὁπλίσεις τινὰς παῤ ἄλλων λαβόντας - καὶ ἤδη ῾Ρωμαϊκαὶ ὀνομάζονται, ὅτι κράτιστα Ῥωμαῖοι αὐταῖς ἐχρήσαντο - , καὶ γυμνάσια στρατιωτικὰπαῤ ἄλλων, καὶ θρόνους τοὺς τῶν ἀρχόντων καὶ ἐσθῆτα τὴν περιπόρφυρον.
οἳ δὲ καὶ θεοὺς αὐτοὺς ἄλλους παῤ ἄλλων λαβόντες ὡς οἰκείους σέβουσιν. τὰ γοῦν ἐπ᾿ αὐτοῖς δρώμενα ἐς τοῦτο ἔτι τὰ μὲν Ἀχαιῶν νόμῳ δρᾶσθαι λέγεται, τὰ δὲ κοινῷ Ἑλλήνων.
δρᾶται δὲ ἔστιν ἃ καὶ Φρύγια: καὶ γὰρ ἡ Ῥέα αὐτοῖς ἡ Φρυγία τιμᾶται ἐκ Πεσσινοῦντος ἐλθοῦσα, καὶ τὸ πένθος τὸ ἀμφὶ τῷ Ἄττῃ Φρύγιον ὀ`ν ἐν Ῥώμῃ πενθεῖται, καὶ τὸ λουτρὸν δ᾿ ἡ Ῥέα, ἀφ᾿ οὗ τοῦ πένθους λήγει, Φρυγῶν νόμῳ λοῦται. οὓς ἐν ταῖς δώδεκα δέλτοις τὰ πρῶτα ἐγράψαντο, τοὺς πολλοὺς εὑρ´οις ἂν παῤ Ἀθηναίων λαβόντας.
καὶ ταῦτα πολὺ ἂν ἔργον εἰή ἐπεξιέναι, ὅπως τε ἕκαστα ἔχουσι καὶ παρὰ τίνων προσποιηθέντα:
ἐμοὶ δὲ ὑπὲρ τῶν γυμνασίων τῶν ἱππικῶν ὡρ´α ἤδη λέγειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기