호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ αὖ ἐν ἄλλοις ἔπεσι τῶν δ᾿ ὥστ᾿ ὀρνίθων πετεηνῶν φησίν ἔθνεα πολλά, χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων.? καὶ ἐπεξελθὼν τῶν ὀρνίθων τὸν θόρυβον ὣς Τρώων ἀλαλητός φησίν ἀνὰ στρατὸν εὐρὺν ὀρώρει: οὐ γὰρ πάντων ἠε῀ν ὁμὸς θρόος οὐδ᾿ ἰά γῆρυς. ὑπὲρ δὲ τῶν Ἑλλήνων οἳ δ᾿ ἄῤ ἴσαν σιγῇ φησίν μένεα πνείοντες Ἀχαιοί, ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν. οὕτω γὰρ οἱ μὲν ἡγεμόνες ὀξέως παραγγελοῦσιν, ἡ δὲ στρατιὰ ὀξέως δέξεται τὰ ἐνδιδόμενα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기