- 텍스트

Arrian, chapter 31

(아리아노스, chapter 31)

τε καὶ σαφέστατα ποιεῖσθαι.? ἔστα δὲ τοῦτο, εἰ ὅσα ἂν ἀμφιβόλως δέξασθαι δυνατοὶ ὦσιν οἱ στρατιῶται, ταῦτα φυλασσόμεθα.

αὐτίκα εἰ κλῖνον λέγοις προστιθεὶς τὸ ἐπὶ δόρυ ἢ ἐπ᾿ ἀσπίδα, οἱ ὀξέως κατακούειν εἰθισμένοι τῶν παραγγελμάτων ἄλλοι ἄλλο δεξάμενοι ἔπραξαν.

οὔκουν ὧδε χρὴ λέγειν κλῖνον ἐπὶ δόρυ ἢ κλῖνον ἐπ᾿ ἀσπίδα, ἀλλ᾿ ἀναστρέψαντα ἐπὶ δόρυ κλῖνον ἤ ἐπ᾿ ἀσπίδα κλῖνον: οὕτω γὰρ σύμπαντες τὸ αὐτὸ ἀκούσονταί τε καὶ δράσουσιν.

οὔκουν οὐδὲ μεταβαλοῦ ἢ ἐξέλιξον χρὴ παραγγέλλειν:

ταῦτα γὰρ τοῦ γένους τὴν πρᾶξιν δηλοῦντα ἐπὶ διάφορα ἔργα ἄξει τοὺς ἀκούοντας. ἀλλὰ τὰ εἴδη γὰρ προτακτέον πρὸ τῶν γενῶν, οἱο῀ν ἐπὶ δόρυ μεταβαλοῦ ἢ ἐπ᾿ ἀσπίδα. καὶ αὖ ὧδε ἐροῦμεν τὸν Λάκωνα ἐξέλισσε, ἢ τὸν χόριον, ἢ τὸν Μακεδόνα.

εἰ δὲ μὴ προσθεὶς ὅντινα, αὐτὸ μόνον ἐξέλισσε φαίης, ἄλλοι ἐπ᾿ ἄλλον ἐξελιγμὸν ἥξουσιν. οὐδὲν δὲ ὡσαύτως ἀγαθὸν ἔν τε πορείαις καὶ ἐν μάχαις ὡς σιγὴ τοῦ παντὸς στρατεύματος.

καὶ τοῦτό γε καὶ Ὅμηρος ἐν τῇ ποιήσει ἐδήλωσεν:

περὶ μὲν γὰρ τῶν ἡγεμόνων τῶν Ἑλλήνων φησίν κέλευε δὲ οἷσιν ἕκαστος ἡγεμόνων περὶ δὲ τῆς στρατιᾶς οἱ δ᾿ ἄλλοι ἀκὴν ἴσαν οὐδέ κε φαίης τόσσον λαὸν ἕπεσθαι ἔχοντ᾿ ἐν στήθεσιν αὐδήν σιγῇ δειδιότες σημάντορας. τῶν δὲ δὴ βαρβάρων τὴν ἀταξίαν δηλῶσαι ἐθελήσας, κλαγγῇ καὶ ἐνοπῇ φησὶν ἰέναι τοὺς Τρῶας ἴσα καὶ ὄρνιθας. καὶ αὖ ἐν ἄλλοις ἔπεσι τῶν δ᾿ ὥστ᾿ ὀρνίθων πετεηνῶν φησίν ἔθνεα πολλά, χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων.

καὶ ἐπεξελθὼν τῶν ὀρνίθων τὸν θόρυβον ὣς Τρώων ἀλαλητός φησίν ἀνὰ στρατὸν εὐρὺν ὀρώρει: οὐ γὰρ πάντων ἠε῀ν ὁμὸς θρόος οὐδ᾿ ἰά γῆρυς. ὑπὲρ δὲ τῶν Ἑλλήνων οἳ δ᾿ ἄῤ ἴσαν σιγῇ φησίν μένεα πνείοντες Ἀχαιοί, ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν. οὕτω γὰρ οἱ μὲν ἡγεμόνες ὀξέως παραγγελοῦσιν, ἡ δὲ στρατιὰ ὀξέως δέξεται τὰ ἐνδιδόμενα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION