- 텍스트

Arrian, chapter 19

(아리아노스, chapter 19)

καὶ τὰ τούτων αὖ ὀνόματα ἐπεξιέναι ματαίου πόνου εἶναί μοι ἔδοξεν, ὅτι ἐκλελειμμένα ἐκ παλαιοῦ ἤδη λέξειν ἔμελλον.? Ῥωμαῖοι μὲν γὰρ οὐδὲ ἐπήσκησάν ποτε τὴν ἀπὸ τῶν ἁρμάτων μάχην, οἱ βάρβαροι δὲ οἱ μὲν Εὐρωπαῖοι οὐδὲ αὐτοὶ διεχρήσαντο ἁρ´μασιν, πλήν γε δὴ οἱ ἐν ταῖς νήσοις ταῖς Βρεττανικαῖς καλουμέναις.

καὶ πονηρῶν, οἱ δίφροι δὲ αὐτοῖς ἐπιτήδειοί εἰσιν ἐς τὸ ἐλαύνεσθαι κατὰ χωρίων παντοίων.

τε ἁρμάτων καὶ καταφράκτων ἵππων διφρείαν, ἀπὸ Κύρου ἀρξάμενοι, ἔτι δὲ πρὸ τούτων οἱ σὺν Ἀγαμέμνονι Ἕλληνες καὶ οἱ σὺν Πριάμῳ Τρῶες τὴν τῶν ἀφράκτων.

καὶ Κυρηναῖοι δ᾿ ἐπὶ πολὺ ἀπὸ ἁρμάτων ἐμάχοντο.

ἀλλὰ σύμπαντα ταῦτα τὰ ἐπασκήματα ἐκλέλειπται, καὶ ἡ τῶν ἐλεφάντων δὲ χρεία ἡ ἐς τούς πολέμους ὅτι μὴ παῤ Ἰνδοῖς τυχὸν ἢ τοῖς ἄνω Αἰθίοψιν καὶ αὕτη ἐκλέλειπται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION