호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ ῥόμβος ὧδε ἔχει.? ὁ μὲν ἴλαρχος πρῶτος τάσσεται, οἱ δ᾿ ἐφ ἑκάτερα αὐτοῦ ἱππῆς οὐκ ἐξ ἴσου αὐτῷ στοιχοῦσιν, ἀλλ᾿ ἐς τοσόνδε ὑποβεβηκότες, ὥστε τὰς κεφαλὰς κατὰ τοὺς ὤμους μάλιστα τοῦ ἵππου τετάχθαι, ὅτῳ ὁ ἴλαρχος ἐποχεῖται. πλατύνοντες ἔστε ἐπὶ τὸ ἥμισυ τοῦ παντός, ἐνθένδε αὖ κατὰ ταὐτὰ ἐς στενὸν συνάγοντες τὸν ῥόμβον ἐκπληροῦσι.
τὸ δὲ ἥμισυ τοῦ ῥόμβου ἔμβολόν ἐστιν, ὥστ᾿ ἐνταὐτῷ δεδήλωταί μοι καὶ τοῦ ἐμβόλου τὸ σχῆμα.
ὡς προκαλέσασθαι τοὺς πολεμίους ἐς θάρσος ἀσύμφορον.
ἡ δ᾿ ἐφ᾿ ἑνὸς ἐπὶ μετώπου ἀβαθὴς τάξις ἐς λεηλασίας ἀνυπόπτους ἐπιτήδειος, ἢ εἴ που καταπατῆσαί τι ἤ ἀφανίσαι ἐθέλοιμεν:
ἐς δὲ τοὺς ἀγῶνας τὸ πολὺ ἀσύμφορος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기