- 텍스트

Arrian, chapter 10 7:

(아리아노스, chapter 10 7:)

τὰ δὲ δύο συντάγματα γίγνεται ἀνδρῶν δώδεκα καὶ πεντακοσίων, λόχων δύο καὶ τριάκοντα, καὶ τούτων ὁ ἡγούμενος πεντακοσίαρχος.? τοῦτο δὲ διπλασιασθὲν γίγνεται χιλιαρχία, ἀνδρῶν μὲν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, λόχων δὲ τεσσάρων καὶ ἑξήκοντα, καὶ ὁ ἐπὶ τούτοις χιλίαρχος. αἱ δὲ δύο χιλιαρχίαι μεραρχία, δισχιλίων ἀνδρῶν καὶ ὀκτὼ καὶ τεσσαράκοντα, λόχων ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, καὶ ὁ τούτων ἔξαρχος μέραρχος. οἳ δὲ καὶ τέλος τοῦτο ὀνομάζουσιν. αἱ δὲ δύομεραρχίαι φαλαγγαρχία, τετρακισχιλίων ἀνδρῶν καὶ ἓξ καὶ ἐνενήκοντα, λόχων ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καὶ ὁ τούτων αὖ ἡγούμενος φαλάγγαρχος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION