호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ μὲν γε δύο λόχοι διλοχία καλεῖται, ἀνδρῶν δύο καὶ τριάκοντα, καὶ διλοχίτης ὁ τούτων ἡγούμενος:? οἱ δὲ τέσσαρες λόχοι τετραρχία, καὶ ὁ τούτων ἡγούμενος τέτραρχος τεσσάρων καὶ ἑξήκοντα ἀνδρῶν ἔξαρχος. αἱ δὲ δύο τετραρχίαι τάξις, λόχων μὲν ὀκτώ, ἀνδρῶν δὲ ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, καὶ ὁ τούτων ἡγούμενος ταξίαρχος.
ὅπου δὲ ἐξ ἑκατὸν γίγνεται τὸ τάγμα, ἑκατόνταρχος ὁ τούτων αὖ ἡγεμὼν ὀνομάζεται.
αἱ δὲ δύο τάξεις σύνταγμα καλεῖται, λόχων μὲν ἑκκαίδεκα, ἀνδρῶν δὲ ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καὶ ὁ τούτων αὖ ἡγούμενος συνταγμάταρχος.
οἳ δὲ καὶ ξεναγίαν τοῦτο ὀνομάζουσι, καὶ ξεναγὸν τὸν τούτου ἡγούμενον. καθ᾿ ἑκάστην δὲ σύνταξιν τῶν ἓξ καὶ πεντήκοντα καὶ διακοσίων ἐπίλεκτοί εἰσι σημειοφόρος, οὐραγός, σαλπιγκτής, ὑπηρέτης, στρατοκήρυξ. ἔχει τὸ μῆκος καὶ τὸ βάθος.
τὰ δὲ δύο συντάγματα γίγνεται ἀνδρῶν δώδεκα καὶ πεντακοσίων, λόχων δύο καὶ τριάκοντα, καὶ τούτων ὁ ἡγούμενος πεντακοσίαρχος.
τοῦτο δὲ διπλασιασθὲν γίγνεται χιλιαρχία, ἀνδρῶν μὲν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, λόχων δὲ τεσσάρων καὶ ἑξήκοντα, καὶ ὁ ἐπὶ τούτοις χιλίαρχος. αἱ δὲ δύο χιλιαρχίαι μεραρχία, δισχιλίων ἀνδρῶν καὶ ὀκτὼ καὶ τεσσαράκοντα, λόχων ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, καὶ ὁ τούτων ἔξαρχος μέραρχος. οἳ δὲ καὶ τέλος τοῦτο ὀνομάζουσιν. αἱ δὲ δύομεραρχίαι φαλαγγαρχία, τετρακισχιλίων ἀνδρῶν καὶ ἓξ καὶ ἐνενήκοντα, λόχων ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καὶ ὁ τούτων αὖ ἡγούμενος φαλάγγαρχος. καὶ τὸν ἡγούμενον στρατηγόν.
αἱ δὲ δύο φαλαγγαρχίαι διφαλαγγαρχία, δύο ἀνδρῶν καὶ ἐνενήκοντα καὶ ἑκατὸν καὶ ὀκτακισχιλίων, λόχων δώδεκα καὶ πεντακοσίων.
ἔστι δὲ τὸ τάγμα τοῦτο καὶ μέρος καὶ κέρας. λόχοι δὲ εἴκοσι καὶ χίλιοι τεσσάρων ἐπόντων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기