- 텍스트

Arrian, chapter 5

(아리아노스, chapter 5)

ὑπὲρ ὧν ἤδη λεκτέον.? πρῶτον μὲν δὴ καὶ μέγιστον τῶν ἐν στρατηγίᾳ ἔργων παραλαβόντα πλῆθος ἀνθρώπων ἀθρόον καὶ ἄτακτον ἐς τάξιν καὶ κόσμον καταστῆσαι:

τὸ δ᾿ ἔστιν καταλοχίσαι τε καὶ συλλοχίσαι, ἀριθμόν τε ἐπιθεῖναι τῷ πλήθει παντὶ σύμμετρον καὶ ἐπιτήδειον ἐς τὰς μάχας.

τὸ γὰρ συντεταγμένον στράτευμα ἔν τε τῇ πορείᾳ κουφότερον καὶ ἐν τῇ στρατοπεδείᾳ ἀσφαλέστερον καὶ ἐς τὰς μάχας ὠφελιμώτερον, ὥστε ἤδη καὶ μεγάλα στρατόπεδα καὶ εὐοπλοῦντα δἰ ἀταξίαν διαφθαρέντα ἴσμεν ὑπὸ ἐλάττονός τε στρατιᾶς καὶ οὐκ ἀκριβῶς ὡπλισμένης, τὰ δὲ ἀσθενέστερα καὶ οὐκ εὐοπλοῦντα κρατήσαντα περισσοῦ πλήθους τῇ εὐταξίᾳ.

τὸ μὲν δὴ καταλοχίσαι ἐστὶν ἐς λόχους συντάξαι:

ὁ δὲ λάχος ὀνομάζεται ἀριθμὸς ἀνδρῶν ἀπὸ τοῦ ἡγουμένου καὶ τῶν μετὰ τοῦτον τεταγμένων ἔστε ἐπὶ τὸν τελευταῖον κατὰ τὸ βάθος, ὃς δὴ οὐραγὸς καλεῖται. οἳ δὲ δέκα, οἳ δὲ δύο ἐπὶ τοῖς δέκα, οἳ δὲ καὶ ἑκκαίδεκα.

κείσθω δὲ ἡμῖν τὸ βαθύτατον αὐτοῦ ἐς ἑκκαίδεκα.

τε καὶ ὑπερακοντίζεσθαι πρὸς τῶν ψιλῶν τῶν ἐφεστηκότων.

καὶ εἴτε διπλασιάσαι δεήσειεν τὸ βάθος ἐπὶ τριάκοντα δύο ἄνδρας, ἡ τάξις σύμμετρος ἔσται:

εἴτε αὖ μηκῦναι τὸ μέτωπον ἐς ὀκτώ, ἔσται οὐ πάντη ἀβαθὴς ἡ φάλαγξ. τὴν δὲ ἐς ὀκτὼ εἰ ἐκτεῖναι ἐθελήσειας ἐπὶ τέσσαρας, ἀβαθὴς γίγνεται. χρὴ οὖν τὸν λοχαγόν, ἅτε πρῶτον τοῦ λόχου τασσόμενον, τὸν κράτιστον ἐπιλέγεσθαι: ὃ δὲ αὐτὸς καὶ πρωτοστάτης καὶ ἡ γεμὼν καλεῖται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION