호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῆς δ᾿ ἱππικῆς ὁπλίσεως ἣ μὲν κατάφρακτος τυγχάνει οὖσα, ἣ δὲ ἄφρακτος.? καὶ κατάφρακτος μὲν ἡ τοὺς ἵππους καὶ τοὺς ἱππέας πεφραγμένους παρεχομένη, τοὺς μὲν θώραξι φολιδωτοῖς ἢ λινοῖς ἢ ἐκ κεράτων καὶ παραμηριδίοις, τοὺς ἵππους δὲ παραπλευριδίοις καὶ προμετωπιδίοις:
ἄφρακτος δὲ ἡ ἐναντία.
τούτων δὲ οἳ μὲν δορατοφόροι εἰσίν, οἳ δὲ ἀκροβολισταί. ἀκροβολισταὶ δὲ οἱ πόρρωθεν ἀκροβολισμοῖς διαχρώμενοι, καθάπερ Ἀρμένιοι καὶ Παρθυαίων ὅσοι μὴ κοντοφόροι.
τῆς προτέρας δὲ ἰδέας οἳ μὲν θυρεοὺς φέρουσιν καὶ καλοῦνται θυρεαφόροι, οἳ δὲ ἄνευ τούτων αὐτὸ μόνον δόρασι μάχονται, οἳ δὴ καὶ ἰδίᾳ δορατοφόροι ὀνομάζονται, ἔστιν δὲ ὑφ᾿ ὧν ξυστοφόροι.
ἀκροβολισταὶ δὲ λεχθεῖεν ἂν οἱ μὴ ἐς χεῖρας ἰόντες ἀλλὰ πόρρωθεν ἐξακοντίζοντες.
καὶ τούτων οἳ μὲν δορατίοις διαχρῶνται ἐς τὸν ἀκροβολισμόν, οἳ δὲ τόξοις. οἱ μὲν δὴ δορατίοις ἀκροβολιζόμενοι Ταραντῖνοι ὀνομάζονται, οἱ δ᾿ ἕτεροι ἱπποτοξόται. αὐτῶν δὲ τῶν Ταραντίνων οἳ μὲν αὐτὸ μόνον πόρρωθεν ἀφιστάμενοι ἢ ἐς κύκλους περιιππεύοντες διαχρῶνται τῷ ἀκροβολισμῷ, οἳ δὴ καὶ εἰλικρινῶς Ταραντῖνοί εἰσιν:
οἳ δὲ τὰ μὲν πρῶτα ἐξακοντίζουσιν, ἔπειτα συμπλέκονται τοῖς πολεμίοις, ἢ δόρυ ἓν ὧν ἔσχον ὑπολειπόμενοι ἢ καὶ τῇ σπάθῃ διαχρώμενοι:
καὶ οὗτοι καλοῦνται ἐλαφροί. - Ῥωμαίοις δὲ οἱ ἱππῆς οἳ μέν κοντοὺς φέρουσιν, καὶ ἐπελαύνουσιν ἐς τὸν τρόπον τὸν Ἀλανικὸν καὶ τῶν Σαυροματῶν, οἳ δὲ λόγχας ἔχουσι.
καὶ θυρεοὺς πλατεῖς παραμήκεις φέρουσιν καὶ κράνος σιδηροῦν καὶ θώρακα πεπλεγμένον καὶ κνημῖδας σμικράς.
λόγχας δὲ ἐς ἀμφότερα φέρουσι, καὶ ἀκοντίσαι μακρόθεν, ὁπότε τούτου δέοι, καὶ ἐγγύθεν ἐκ χειρὸς ἀπομάχεσθαι:
συμπλακῆναι δὲ εἰ δεήσειεν ἐς χεῖρας ἐλθόντας, ταῖς σπάθαις μάχονται. οἳ δὲ καὶ πελέκεις μικροὺς φέρουσι πάντοθεν ἐν κύκλῳ ἀκωκὰς ἔχοντας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기