- 텍스트

Arrian, chapter 2

(아리아노스, chapter 2)

ὡς οὖν εὐγνωστότατα ἔσται τοῖς ἐντυγχάνουσι τά τε πράγματα καὶ τὰ ὀνόματα, ἐνθένδε τοῦ λόγου ἄρξομαι, ὅτι δὴ τῶν παρασκευῶν τῶν ἐς τὸν πόλεμον ἣ μέν τις κατὰ γῆν τυγχάνει οὖσα, ἣ δὲ διὰ θαλάσσης:? καὶ γὰρ οἱ πολέμιοι πολεμοῦνται οἳ μὲν ἐν γῇ, οἳ δ᾿ ἐν θαλάσσῃ. τὸ δὲ τοῦ μαχίμου ἕνεκα ἠθροισμένον, ὅσον θητικὸν ἢ ἰατρικὸν ἢ ἐμπορικὸν ἢ καπηλικόν.

τοῦ δὲ αὖ ἐν γῇ μαχίμου τὸ μέν ἐστι πεζικόν, τὸ δ᾿ ἐπ᾿ ὀχήματος ἄλλου καὶ ἄλλου. χρόνῳ δ᾿ ὕστερον καὶ Μακεδόνες καὶ Καρχηδόνιοι καί που καὶ Ῥωμαῖοι.

τοῦ δὲ ἀφ᾿ ἵππων μαχητικοῦ τὸ μὲν ἰδίᾳ λεχθείη ἂν ἱππικόν, τὸ δὲ ἀφ᾿ ἁρμάτων.

καὶ τοῦ ἱππικοῦ οἳ ἱππῆς, οἳ δὲ ἄμφιπποι: ἱππῆς μὲν οἱ ἐφ᾿ ἑνὸς ἵππου ὀχούμενοι, ἄμφιπποι δὲ οἱ ἐπὶ δυοῖν ἀστρώτοιν συνδεδεμένοιν, ὡς μεταπηδᾶν ἀπ᾿ ἄλλου ἐς ἄλλον. ἡ μὲν δὴ ἀπὸ τῶν ἐλεφάντων μάχη ἁπλῆ ἐστιν, πλήν γε δὴ ὅτι πύργους ἔφερον ἔστιν ὅτε οἱ ἐλέφαντες:

τῶν δὲ καὶ οἱ ὀδόντες σιδήρῳ ὀξεῖ ὡπλισμένοι ἦσαν, τοῦ τε τομώτεροι εἶναι καὶ τοῦ μὴ ἀποθραύεσθαι εὐπετῶς.

ἡ δὲ ἀπὸ τῶν ἁρμάτων μάχη πολυειδεστέρα ταύτης: ὡς ὕστερον τὰ Περσικά, καὶ ἢ πεφραγμένων τῶν ἵππων ἢ ἀφράκτων, καὶ ἢ ἁπλοῦ τοῦ ῥυμοῦ ἢ διπλοῦ, τὰ καὶ πολύρρυμα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION