호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ Πύρρου παῖς καὶ Κλέαρχος, οὐχ ὁ τῶν μυρίων Ἑλλήνων ἐπὶ βασιλέα ἡγησάμενος, ἀλλ᾿ ἄλλος οὗτος Κλέαρχος.? καὶ μὴν καὶ Παυσανίου ἐστὶ συγράμματα ὑπὲρ τούτων, εὑρ´οις δ᾿ ἂν καὶ Εὐαγγέλου ἄττα καὶ Πολυβίου τοῦ Ἀρκάδος, ὃς καὶ Σκηπίωνι τῷ Ῥωμαίῳ συνεγένετο, πολλοὺς καὶ μεγάλους πολέμους διαπολεμοῦντι ἄλλους τε καὶ ἐν ᾧ Καρχηδόνα τὴν ἐν Λιβύῃ εἷλέν τε καὶ ἠνδραπόδισεν.
συγγέγραπται δὲ ἄττα ὑπὲρ τούτων καὶ Εὐπολέμῳ καὶ Ἰφικράτει, οὐ τῷ Ἀθηναίων στρατηγῷ, ἀλλ᾿ ἄλλῳ τούτῳ.
Ποσειδώνιος δὲ ὁ Ῥόδιος καὶ τέχνην τινὰ τακτικὴν συγγράψας κατέλιπεν. ἔστι δὲ σύμπαντα ταῦτα τὰ συγγράμματα ἐκείνῃ μάλιστα οὐκ ὠφέλιμα, ὅτι ὡς πρὸς εἰδότας συγγέγραπται.
εἰ μὴ ἐξηγήσαιο πάντη ἄγνωστα.
τοῦτο δὲ αὐτὸ ἔδοξέ μοι πρῶτον ἰάσασθαι αὐτῶν τὴν ἀσάφειαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기