호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μέχρι τούτου λέγει τὴν στρατιὰν ἐλθεῖν τῶν Ἑλλήνων, ἧς αὐτὸς ἡγήσατο, ὅτε τὰ τελευταῖα σὺν Σεύθῃ τῷ Θρᾳκὶ ἐστράτευσεν.? καὶ περὶ τὴς ἀλιμενότητος τοῦ χωρίου πολλὰ ἀνέγραψεν, ὅτι ἐνταῦθα ἐκπίπτει τὰ πλοῖα χειμῶνι βιαζόμενα, καὶ οἱ Θρᾷκες οἱ πρόσχωροι ὅτι ὑπὲρ τῶν ναυαγίων ἐν σφίσιν διαμάχονται.
ἀπὸ δὲ Σαλμυδησσοῦ ἐς Φρυγίαν στάδιοι τριάκοντα καὶ τριακόσιοι.
ἐνθένδε ἐπὶ Κυανέας εἴκοσι καὶ τριακόσιοι.
αὗται δὲ αἱ Κυάνεαί εἰσιν, ἃς λέγουσιν οἱ ποιηταὶ πλαγκτὰς πάλαι εἶναι, καὶ διὰ τούτων πρώτην ναῦν περᾶσαι τὴν Ἀργώ, ἥτις ἐς Κόλχους Ιἄσονα ἤγαγεν ἐκ δὲ Κυανέων ἐπὶ τὸ Ιἑρὸν τοῦ Διὸς τοῦ Οὐρίου, ἵναπερ τὸ στόμα τοῦ Πόντου, στάδιοι τεσσαράκοντα. ἐνθένδε ἐς λιμένα Δάφνης τῆς Μαινομένης καλουμένης στάδιοι τεσσαράκοντα.
ἀπὸ δὲ Δάφνης ἐς Βυζάντιον ὀγδοήκοντα. τάδε μὲν καὶ τὰ ἀπὸ τοῦ Βοσπόρου τοῦ Κιμμερίου ἐπὶ Βόσπορον τὸν Θρᾴκιον καὶ πόλιν Βυζάντιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기