- 텍스트

Arrian, Periplus Ponti Euxini, chapter 24

(아리아노스, Periplus Ponti Euxini, chapter 24)

ἀπὸ δὲ τοῦ Ψιλοῦ καλουμένου στόματος τοῦ Ἴστρου ἐς τὸ δεύτερον στόμα στάδιοι ἑξήκοντα.? ἐνθένδε ἐπὶ τὸ Καλὸν καλούμενον στόμα στάδιοι τεσσαράκοντα.

καὶ ἀπὸ τοῦ Καλοῦ ἐπὶ τὸ Νάρακον ὧδε ὀνομαζόμενον στόμα τέταρτον τοῦ Ἴστρου στάδιοι ἑξήκοντα. ἐνθένδε ἐπὶ τὸ πέμπτον εἴκοσι καὶ ἑκατόν, καὶ ἔνθεν ἐς Ἰστρίαν πόλιν στάδιοι πεντακόσιοι.

ἐνθένδε ἐς Τομέα πόλιν στάδιοι τριακόσιοι.

ἀπὸ δὲ Τομέως ἐς Κάλλατιν πόλιν ἄλλοι τριακόσιοι:

ὁρ´μος ναυσίν. ἐνθένδε ἐς Καρῶν λιμένα ὀγδοήκοντα καὶ ἑκατόν: καὶ ἡ γῆ ἐν κύκλῳ τοῦ λιμένος Καρία κλῄζεται. ἀπὸ δὲ Καρῶν λιμένος ἐς Τετρισιάδα στάδιοι εἴκοσι καὶ ἑκατόν. ἐνθένδε ἐς Βιζώνην χῶρον ἔρημον στάδιοι ἑξήκοντα. ἀπὸ δὲ Βιζώνης ἐς Διονυσόπολιν στάδιοι ὀγδοήκοντα.

ἐνθένδε ἐς Ὀδησσὸν διακόσιοι: ὁρ´μος ναυσίν. ἐκ δὲ Ὀδησσοῦ ἐς τοῦ Αἵμου τὰς ὑπωρείας, αἳ δὴ ἐς τὸν Πόντον καθήκουσιν, στάδιοι τριακόσιοι ἑξήκοντα. καὶ δεῦρο ὁρ´μος ναυσίν.

ἐκ δὲ τοῦ Αἵμου ἐς Μεσημβρίαν πόλιν ἐνενήκοντα: ὁρ´μος ναυσίν.

καὶ ἐκ Μεσημβρίας ἐς Ἀγχίαλον πόλιν στάδιοι ἑβδομήκοντα, καὶ ἐξ Ἀγχιάλου ἐς Ἀπολλωνίαν ὀγδοήκοντα καὶ ἑκατόν. αὗται πᾶσαι αἱ πόλεις Ἑλληνίδες εἰσίν, ᾠκισμέναι ἐν τῇ Σκυθίᾳ, ἐν ἀριστερᾷ ἐσπλέοντι ἐς τὸν Πόντον. ἐκ δὲ Ἀπολλωνίας ἐς Χερρόνησον στάδιοι ἑξήκοντα:

ὁρ´μος ναυσίν. καὶ ἐκ Χερρονήσου ἐς Αὐλαίου τεῖχος πεντήκοντα καὶ διακόσιοι. ἐνθένδε ἐς Θυνιάδα ἀκτὴν εἴκοσι καὶ ἑκατόν. ἀπὸ δὲ Θυνιάδος ἐς Σαλμυδησσὸν στάδιοι διακόσιοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION