- 텍스트

Arrian, Periplus Ponti Euxini, chapter 22

(아리아노스, Periplus Ponti Euxini, chapter 22)

νήσῳ ἱερεῖα τοὺς μὲν ἐξεπίτηδες πλέοντας ἐς αὐτὴν ἐπὶ ταῖς ναυσὶν κομίζειν, καὶ τούτων τὰ μὲν καταθύειν τὰ δὲ ἀφιέναι τῷ Ἀχιλλεῖ:? τοὺς δέ τινας ὑπὸ χειμῶνος ἐξαναγκασθέντας προσέχειν, καὶ τούτους παῤ αὐτοῦ τοῦ θεοῦ αἰτεῖν ἱερεῖον, χρωμένους περὶ τῶν ἱερείων, εἰ λῷόν σφισιν καὶ ἄμεινον θῦσαι ὅτι περ ἂν αὐτοὶ τῇ γνώμῃ ἐπιλέξαιντο νεμόμενον, τιμὴν ἅμα καταβάλλοντες τὴν ἀξίαν σφίσιν δοκοῦσαν.

εἰ δὲ ἀπαγορεύοι ὁ χρησμός - εἶναι γὰρ χρησμοὺς ἐν τῷ νεῷ - , προσβάλλειν τῇ τιμῇ:

εἰ δὲ ἔτι ἀπαγορεύοι, ἔτι προσβάλλειν.

συγχωρήσαντος δὲ γιγνώσκειν ὅτι ἀποχρῶσα ἡ τιμή ἐστιν. τὸ δὲ ἱερεῖον ἵστασθαι ἐπὶ τῷδε αὐτόματον, μηδὲ ἀποφεύγειν ἔτι. καὶ τοῦτο δὴ πολὺ ἀνακεῖσθαι τὸ ἀργύριον τῷ ἡρ´ῳ τὰς τιμὰς τῶν ἱερείων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION