- 텍스트

Arrian, Periplus Ponti Euxini, chapter 20

(아리아노스, Periplus Ponti Euxini, chapter 20)

ἐκ δὲ Καλοῦ λιμένος ἐς Ταμυράκην τριακόσιοι:? ἔσω δὲ τῆς Ταμυράκης λίμνη ἐστὶν οὐ μεγάλη. καὶ ἔνθεν ἐς τὰς ἐκροὰς τῆς λίμνης ἄλλοι τριακόσιοι.

ἐκ δὲ τῶν ἐκροῶν τῆς λίμνης ἐς Ηἰ¨όνας στάδιοι ὀγδοήκοντα καὶ τριακόσιοι. καὶ ἔνθεν ἐς ποταμὸν Βορυσθένην πεντήκοντα καὶ ἑκατόν. κατὰ δὲ τὸν Βορυσθένην ἄνω πλέοντι πόλις Ἑλλὰς ἄνομα Ὀλβία πεπόλισται. ἀπὸ δὲ Βορυσθένους σθένους ἐπὶ νῆσον σμικράν, ἐρήμην καὶ ἀνώνυμον, στάδιοι ἑξήκοντα.

καὶ ἔνθεν ἐς Ὀδησσὸν ὀγδοήκοντα.

ἐν Ὀδησσῷ ὁρ´μος ναυσίν. ἀπὸ δὲ Ὀδησσοῦ ἔχεται Ἰστριανῶν λιμήν. στάδιοι ἐς αὐτὸν πεντήκοντα καὶ διακόσιοι. ἐνθένδε ἔχεται Ἰσιακῶν λιμήν.

στάδιοι ἐς αὐτὸν πεντήκοντα. καὶ ἔνθεν ἐς τὸ Ψιλὸν καλούμενον στόμα τοῦ Ἴστρου διακόσιοι καὶ χίλιοι. τὰ δὲ ἐν μέσῳ ἔρημα καὶ ἀνώνυμα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION