호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁρμηθεῖσιν οὖν ἐκ Διοσκουριάδος πρῶτος ἂν εἰή ὁρ´μος ἐν Πιτυοῦντι:? στάδιοι τριακόσιοι πεντήκοντα. ἐνθένδε ἐς τὴν Νιτικὴν στάδιοι πεντήκοντα καὶ ἑκατόν, ἵναπερ πάλαι ᾤκει ἔθνος Σκυθικόν, οὗ μνήμην ποιεῖται ὁ λογοποιὸς Ἡρόδοτος, καὶ λέγει τούτους εἶναι τοὺς φθειροτρωκτέοντας, καὶ ἐς τοῦτο ἔτι ἡ δόξα ἡ αὐτὴ ὑπὲρ αὐτῶν κατέχει.
ἐκ δὲ Νιτικῆς ἐς Ἄβασκον ποταμὸν στάδιοι ἐνενήκοντα.
ὁ δὲ Βόργυς τοῦ Ἀβάσκου διέχει σταδίους ἑκατὸν καὶ εἴκοσιν, καὶ ὁ Νῆσις τοῦ Βόργυος, ἵναπερ καὶ Ἡράκλεια ἄκρα ἀνέχει, σταδίους ἑξήκοντα. ἀπὸ δὲ Νήσιος ἐς Μασαϊτικὴν στάδιοι ἐνενήκοντα.
ἐνθένδε ἐς Ἀχαιοῦντα στάδιοι ἑξήκοντα, ὅσπερ ποταμὸς διορίζει Ζιλχοὺς καὶ Σανίγας.
Ζιλχῶν βασιλεὺς Σταχέμφαξ: καὶ οὗτος παρὰ σοῦ τὴν βασιλείαν ἔσχεν. ἀπὸ Ἀχαιοῦντος ἐς Ἡράκλειαν ἄκραν πεντήκοντα καὶ ἑκατὸν στάδιοι. ἐνθένδε ἐς ἄκραν, ἵναπερ σκέπη ἐστὶν ἀνέμου θρᾳσκίου καὶ βορρᾶ, ὀγδοήκοντα καὶ ἑκατόν.
ἐνθένδε ἐς τὴν καλουμένην Παλαιὰν Λαζικὴν εἴκοσι καὶ ἑκατὸν στάδιοι. ἐνθένδε ἐς τὴν Παλαιὰν Ἀχαϊάν πεντήκοντα καὶ ἑκατόν, καὶ ἔνθεν ἐς Πάγρας λιμένα πεντήκοντα καὶ τριακόσιοι.
ἀπὸ δὲ Παγρῶν λιμένος ἐς Ιἑρὸν λιμένα ὀγδοήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Σινδικὴν τριακόσιοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기