- 텍스트

Arrian, Periplus Ponti Euxini, chapter 16

(아리아노스, Periplus Ponti Euxini, chapter 16)

ἐνθένδε ἐς Θόαριν ποταμὸν ἐξήκοντα.? ἀπὸδὲ Θοάριος ἐς Οἰνόην τριάκοντα. ἀπὸ Οἰνόης ἐς Φιγαμοῦντα ποταμὸν τεσσαράκοντα.

ἐνθένδε ἐς Φαδισάνην φρούριον πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Πολεμώνιον πόλιν στάδιοι δέκα. ἀπὸ Πολεμωνίου ἐς ἄκραν Ιἀσόνιον καλουμένην στάδιοι τριάκοντα καὶ ἑκατόν.

ἐνθένδε ἐς Κιλίκων νῆσον πεντεκαίδεκα στάδιοι. ἀπὸ δὲ Κιλίκων νήσου ἐς Βοῶνα πέντε καὶ ἑβδομήκοντα.

ἐν Βοῶνι ὁρ´μος ναυσίν.

ἐνθένδε ἐς Κοτύωρα ἐνενήκοντα. ταύτης ὡς πόλεως Ξενοφῶν ἐμνημόνευσεν, καὶ λέγει Σινωπέων ἄποικον εἶναι: νῦν δὲ κώμη ἐστίν, καὶ οὐδὲ αὐτὴ μεγάλη. ἀπὸ Κοτυώρων ἐς Μελάνθιον ποταμὸν στάδιοι μάλιστα ἑξήκοντα. ποταμὸν πεντήκοντα καὶ ἑκατὸν.

καὶ ἔνθεν ἐς Φαρνακίαν εἴκοσι καὶ ἑκατόν. αὕτη ἡ Φαρνακία πάλαι Κερασοῦς ἐκαλεῖτο, Σινωπέων καὶ αὕτη ἄποικος. ἐνθένδε ἐς τὴν Ἀρητιάδα νῆσον τριάκοντα.

καὶ ἔνθεν ἐς Ζεφύριον εἴκοσι καὶ ἑκατόν: ὁρ´μος ναυσίν. ἀπὸ δὲ Ζεφυρίου ἐς Τρίπολιν στάδιοι ἐνενήκοντα. ἐνθένδε ἐς τὰ Ἀργύρια στάδιοι εἴκοσιν. ἐκ δὲ τῶν Ἀργυρίων ἐς Φιλοκάλειαν ἐνενήκοντα. ἐνθένδε ἐς Κόραλλα ἑκατόν.

ἀπὸ δὲ Κοράλλων ἐς Ιἑρὸν ὄρος πεντήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ Ιἑροῦ ὄρους ἐς Κορδύλην τεσσαράκοντα: ὁρ´μος ναυσίν.

ἀπὸ δὲ Κορδύλης ἐς Ἑρμώνασσαν πέντε καὶ τεσσαράκοντα. καὶ δεῦρο ὁρ´μος. ἀπὸ δὲ Ἑρμωνάσσης ἐς Τραπεζοῦντα στάδιοι ἑξήκοντα. ἐνταῦθα σὺ ποιεῖς λιμένα: πάλαι γάρ, ὅσον ἀποσαλεύειν ὡρ´ᾳ ἔτους, ὁρ´μος ᾖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION