- 텍스트

Arrian, Periplus Ponti Euxini, chapter 15

(아리아노스, Periplus Ponti Euxini, chapter 15)

οὗτος ὁ ποταμὸς πάλαι μὲν ὁρ´ος ἦν τῆς Κροἵ;? ; οὐ βασιλείας καὶ τῆς Περσῶν, νῦν δὲ ὑπὸ τῇ Ῥωμαίων ἐπικρατείᾳ ῥεῖ, οὐκ ἀπὸ μεσημβρίας, ὡς λέγει Ἡρόδοτος, ἀλλ᾿ ἀπὸ ἀνίσχοντος ἡλίου. καθ᾿ ὅ τι δὲ ἐσβάλλει ἐς τὸν Πόντον, ὁρίζει τὰ Σινωπέων καὶ Ἀμισηνῶν ἔργα.

ἀπὸ δὲ Ἅλυος ποταμοῦ ἐς Ναύσταθμον στάδιοι ἐνενήκοντα, ἵναπερ καὶ λίμνη ἐστίν.

ἐνθένδε ἐς Κωνώπιον ἄλλην λίμνην ἄλλοι αὖ πεντήκοντα. ἀπὸ σὲ Κωνωπίου ἐς Εὐσήνην ἑκατὸν καὶ εἴκοσιν. ἐνθένδε ἐς Ἀμισὸν ἑκατὸν καὶ ἑξήκοντα. Ἀμισός, πόλις Ἑλληνίς, Ἀθηναίων ἄποικος, ἐπὶ θαλάσσῃ οἰκεῖται.

ἀπὸ δὲ Ἀμισοῦ ἐς Ἀγκῶνα λιμένα, ἵναπερ καὶ ὁ Ἶρις ἐσβάλλει ἐς τὸν Πόντον, στάδιοι ἐξήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ τοῦ Ἴριος τῶν ἐκβολῶν ἐς Ἡράκλειον ἑξήκοντα καὶ τριακόσιοι: ὁρ´μος ναυσίν. ἐνθένδε ἐπὶ τὸν Θερμώδοντα ποταμὸν τεσσαράκοντα. οὗτος ὁ Θερμώδων ἐστίν, ἵναπερ αἱ Ἀμαζόνες οἰκῆσαι λέγονται. ἀπὸ δὲ Θερμώδοντος ἐς Βῆριν ποταμὸν στάδιοι ἐνενήκοντα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION