- 텍스트

Arrian, Periplus Ponti Euxini, chapter 14

(아리아노스, Periplus Ponti Euxini, chapter 14)

τὰ δὲ ἀπὸ τοῦδε ἤδη Παφλαγονία.? ἀπὸ Παρθενίου ἐς Ἄμαστριν πόλιν Ἑλληνίδα στάδιοι ἐνενήκοντα: ὁρ´μος ναυσίν.

ἐνθένδε ἐς Ἐρυθίνους ἑξήκοντα. καὶ ἀπὸ Ἐρυθίνων ἐς Κρῶμναν ἄλλοι ἐξήκοντα. ἐνθένδε ἐς Κύτωρον ἐνενήκοντα.

ὁρ´μος ναυσὶν ἐν Κυτώρῳ. καὶ ἀπὸ Κυτώρου ἐς Αἰγιαλοὺς ἑξήκοντα. ἐς δὲ Θύμηνα ἐνενήκοντα. καὶ ἐς Κάραμβιν εἴκοσι καὶ ἑκατόν. ἐνθένδε ἐς Ζεφύριον ἑξήκοντα.

ἀπὸ δὲ Ζεφυρίου ἐς Ἀβώνου τεῖχος, πόλιν σμικράν, πεντήκοντα καὶ ἑκατόν: ὁρ´μος ναυσὶν οὐκ ἀσφαλής, σαλεύοιεν δ᾿ ἂν ἀπαθεῖς, εἰ μὴ μέγας χειμὼν κατάσχοι. ἀπὸ δὲ Ἀβώνου τείχους ἐς Αἰγινήτην ἄλλοι πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Κίνωλιν ἐμπόριον ἄλλοι ἑξήκοντα.

καὶ ἐν Κινώλι σαλεύοιεν ἂν νῆες ὡρ´ᾳ ἔτους. ἀπὸ δὲ Κινώλιος ἐς Σιεφάνην ὀγδοήκοντα καὶ ἑκατόν: ὁρ´μος ναυσὶν ἀσφαλής.

ἀπὸ δὲ Στεφάνης ἐς Ποταμοὺς πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Λεπτὴν ἄκραν ἑκατὸν καὶ εἴκοσιν. ἀπὸ δὲ Λεπτῆς ἄκρας ἐς Ἁρμένην ἑξήκοντα: λιμὴν αὐτόθι. καὶ Ξενοφῶν τῆς Ἁρμένης ἐμνημόνευσεν. καὶ ἔνθεν ἐς Σινώπην στάδιοι τεσσαράκοντα:

Σινωπῆς Μιλησίων ἄποικοι. ἀπὸ δὲ Σινώπης ἐς Κάρουσαν πεντήκοντα καὶ ἑκατόν: σάλος ναυσίν. ἐνθένδε ἐς Ζάγωρα ἄλλοι αὖ πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς τὸν Ἅλυν ποταμὸν τριακόσιοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION