- 텍스트

Arrian, Periplus Ponti Euxini, chapter 13

(아리아노스, Periplus Ponti Euxini, chapter 13)

ναυσὶ σμικραῖς.? ἀπὸ Ῥόης ἐς Ἀπολλωνίαν νῆσον σμικράν, ὀλίγον διέχουσαν τῆς ἠπείρου, ἄλλοι εἴκοσι. λιμὴν ὑπὸ τῇ νησῖδι.

καὶ ἔνθεν ἐς Χηλὰς στάδιοι εἴκοσιν. ἀπὸ Χηλῶν ὀγδοήκοντα καὶ ἑκατόν, ἵναπερ Σαγγάριος ποταμὸς ἐσβάλλει ἐς τὸν Πόντον. τὰς ἐκβολὰς ἄλλοι ὀγδοήκοντα καὶ ἑκατόν.

ἐς δὲ Λίλλιον ἐμπόριον ἀπὸ τοῦ Ὑπίου στάδιοι ἑκατόν, καὶ ἀπὸ τοῦ Λιλλίου ἐς Ἐλαῖον ἑξήκοντα. ἐνθένδε ἐς Κάλητα, ἄλλο ἐμπόριον, εἴκοσι καὶ ἑκατόν.

ἀπὸ Κάλητος ἐς Λύκον ποταμὸν ὀγδοήκοντα, ἀπὸ δὲ Λύκου ἐς Ἡράκλειαν πόλιν Ἑλληνίδα Δωρικήν, Μεγαρέων ἄποικον, στάδιοι εἴκοσιν. ἐν Ἡρακλείᾳ ὁρ´μος ναυσίν, ἀπὸ δὲ Ἡρακλείας ἐπὶ μὲν τὸ Μητρῷον καλούμενον στάδιοι ὀγδοήκοντα.

ἐνθένδε ἐς τὸ Ποσείδειον τεσσαράκοντα, καὶ ἔνθεν ἐς Τυνδαρίδας πέντε καὶ τεσσαράκοντα, πέντε δὲ καὶ δέκα ἐνθένδε ἐπὶ τὸ Νυμφαῖον.

καὶ ἀπὸ τοῦ Νυμφαίου ἐπὶ τὸν Ὀξίναν ποταμὸν τριάκοντα.

καὶ ἀπὸ Ὀξίνα ἐς Σανδαράκην ἐνενήκοντα. Σανδαράκη ὁρ´μος ναυσὶ σμικραῖς. ἐνθένδε ἐς Κρηνίδας ἑξήκοντα. καὶ ἀπὸ Κρηνίδων ἐς Ψύλλαν ἐμπόριον τριάκοντα.

ἐνθένδε ἐς Τίον, πόλιν Ἑλληνίδα Ιὠνικήν, ἐπὶ θαλάσσῃ οἰκουμένην, Μιλησίων καὶ ταύτην ἄποικον, ἐνενήκοντα. ἀπὸ δὲ Τίου ἐς Βιλλαῖον ποταμὸν στάδιοι εἴκοσιν. ἀπὸ δὲ Βιλλαίου ἐπὶ τὸν Παρθένιον ποταμὸν στάδιοι ἑκατόν. ἐν τῇ συγγραφῇ μνήμην ἐποιήσατο ὅτι μαχιμώτατοι εἰε῀ν τῶν κατὰ τὴν Ἀσίαν, καὶ τὰ πολλὰ κακὰ ἡ στρατιὰ τῶν Ἑλλήνων ὅτι ἐν τῇδε τῇ χώρᾳ ἔπαθεν, ἐπειδὴ ἀπεχωρίσθησαν οἱ Ἀρκάδες ἀπό τε τῆς Χειρισόφου καὶ τῆς Ξενοφῶντος μερίδος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION