- 텍스트

Arrian, Periplus Ponti Euxini, chapter 10

(아리아노스, Periplus Ponti Euxini, chapter 10)

ἀπὸ δὲ τοῦ Φάσιδος Χαρίεντα ποταμὸν παρημείψαμεν ναυσίπορον:? στάδιοι μεταξὺ ἀμφοῖν ἐνενήκοντα. καὶ ἀπὸ τοῦ Χαρίεντος ἐς Χῶβον ποταμὸν ἐσεπλεύσαμεν ἄλλους ἐνενήκοντα, ἵναπερ καὶ ὡρμίσθημεν.

ὧν δὲ ἕνεκα, καὶ ὅσα ἐνταῦθα ἐπράξαμεν, δηλώσει σοι τὰ Ῥωμαϊκὰ γράμματα. ἀπὸ δὲ τοῦ Χώβου Σιγγάμην ποταμὸν παρημείψαμεν ναυσίπορον:

διέχει δὲ τοῦ Χώβου σταδίους ἐς δέκα καὶ διακοσίους μάλιστα. ἔχεται δὲ τοῦ Σιγγάμου Ταρσούρας ποταμός: στάδιοι εἴκοσι καὶ ἑκατὸν μεταξὺ ἀμφοῖν. ὁ δὲ Ἵππος ποταμὸς τοῦ Ταρσούρου πεντήκοντα σταδίους καὶ ἑκατὸν διέχει, καὶ τοῦ Ἵππου ὁ Ἀστέλεφος τριάκοντα. παραμείψαντες δὲ τὸν Ἀστέλεφον ἐς Σεβαστόπολιν ἥκομεν πρὸ μεσημβρίας, ἀπὸ Χώβου ὁρμηθέντες, σταδίους εἴκοσι καὶ ἑκατὸν τοὺς ἀπὸ Ἀστελέφου, ὡς καὶ τὴν μισθοφορὰν τοῖς στρατιώταις δοῦναι τῆς αὐτῆς ἡμέρας, καὶ τοὺς ἵππους καὶ τὰ ὅπλα ἰδεῖν καὶ τοὺς ἱππέας ἀναπηδῶντας ἐπὶ τοὺς ἵππους καὶ τοὺς κάμνοντας καὶ τὸν σῖτον, καὶ τὸ τεῖχος περιελθεῖν καὶ τὴν τάφρον.

στάδιοι ἀπὸ Χώβου ἐς Σεβαστόπολιν τριάκοντα καὶ ἑξακόσιοι:

ἀπὸ Τραπεζοῦντος δὲ ἐς Σεβαστόπολιν ἑξήκοντα καὶ διακόσιοι καὶ δισχίλιοι.

ἡ δὲ Σεβαστόπολις πάλαι Διοσκουριὰς ἐκαλεῖτο, ἄποικος Μιλησίων. ἔθνη δὲ παρημείψαμεν τάδε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION