호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ποταμῶν ὧν ἐγὼ ἔγνων κουφότατον ὕδωρ παρεχόμενον καὶ τὴν χρόαν μάλιστα ἐξηλλαγμένον.? τὴν μὲν γὰρ κουφότητα τῷ τε σταθμῷ τεκμαίροιτο ἄν τις , καὶ πρὸ τούτου, ὅτι ἐπιπλεῖ τῇ θαλάσσῃ, οὐχὶ δὲ συμμίγνυται, καθάπερ τῷ Πηνειῷ τὸν Τιταρήσιον λέγει ἐπιρρεῖν Ὅμηρος ῾καθύπερθεν ἠύτ᾿ ἔλαιον᾿.
καὶ ἦν κατὰ μὲν τοῦ ἐπιρρέοντος βάψαντα γλυκὺ τὸ ὕδωρ ἀνιμήσασθαι, εἰ δὲ ἐς βάθος τις καθῆκεν τὴν κάλπιν, ἁλμυρόν.
καίτοι ὁ πᾶς Πόντος πολύ τι γλυκυτέρου τοῦ ὑδατός ἐστιν ἤπερ ἡ ἔξω θάλασσα: καὶ τούτου τὸ αἴτιον οἱ ποταμοί εἰσιν, οὔτε πλῆθος οὔτε μέγεθος σταθμητοὶ ὄντες. τεκμήριον δὲ τῆς γλυκύτητος εἰ τεκμηρίων δεῖ ἐπὶ τοῖς αἰσθήσει φαινομένοις, ὅτι πάντα τὰ βοσκήματα οἱ προσοικοῦντες τῇ θαλάσσῃ ἐπὶ τὴν θάλασσαν κατάγουσιν καὶ ἀπ᾿ αὐτῆς ποτίζουσιν:
τὰ δὲ πίνοντά τε ἡδέως ὁρᾶται, καὶ λόγος κατέχει ὅτι καὶ ὠφέλιμον αὐτοῖς τοῦτο τὸ ποτόν ἐστιν τοῦ γλυκέος μᾶλλον, ἡ δὲ χρόα τῷ Φάσιδι οἱά ἀπὸ μολίβδου ἢ κασσιτέρου βεβαμμένου τοῦ ὕδατος:
καταστὰν δὲ καθαρώτατον γίγνεται.
οὐ τοίνυν νενόμισται ἐσκομίσαι ὕδωρ ἐς τὸν Φᾶσιν τοὺς ἐσπλέοντας, ἀλλ᾿ ἐπειδὰν ἐσβάλωσιν ἤδη ἐς τὸν ῥοῦν, παραγγέλλεται πᾶν ἐκχέαι τὸ ἐνὸν ὕδωρ ἐν ταῖς ναυσίν: εἰ δὲ μή, λόγος κατέχει ὅτι οἱ τούτου ἀμελήσαντες οὐκ εὐπλοοῦσιν. τὸ δὲ ὕδωρ τοῦ Φάσιδος οὐ σήπεται, ἀλλὰ μένει ἀκραιφνὲς καὶ ὑπὲρ δέκατον ἔτος, πλήν γε δὴ ὅτι τὸ γλυκύτερον μεταβάλλει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기