- 텍스트

Arrian, Periplus Ponti Euxini, chapter 5

(아리아노스, Periplus Ponti Euxini, chapter 5)

τὰς δὲ πολλὰς ἐδόκει πέμπειν ἐς τοὺς αἰγιαλοὺς τοὺς πλησίον νεωλκηθησομένας.? καὶ ἐνεωλκήθησαν ὥστε ἀπαθεῖς διαγενέσθαι πάσας πλὴν μιᾶς, ἥντινα ἐν τῷ ὁρμίζεσθαι πρὸ τοῦ καιροῦ ἐπιστρέψασαν πλαγίαν ὑπολαβὸν τὸ κῦμα ἐξήνεγκεν ἐς τὴν ᾐόνα καὶ συνέτριψεν. ἀπεσώθη μέντοι πάντα, οὐ τὰ ἱστία μόνον καὶ τὰ σκεύη τὰ ναυτικὰ καὶ οἱ ἄνθρωποι, ἀλλὰ καὶ οἱ ἧλοι, καὶ ὁ κηρὸς ἀπεξύσθη, ὡς μηδενὸς ἄλλου ἢ ξύλων δεῖσθαι ναυπηγησίμων ἐς τὴν κατασκευήν, ὧν παμπόλλη, χειμὼν ἐπὶ δύο ἡμέρας κατεῖχεν, καὶ ἦν ἀνάγκη μένειν:

ἐχρῆν γὰρ ἄρα μηδὲ τὰς ἐν τῷ Πόντῳ Ἀθήνας παραπλεῦσαι ἡμᾶς ὥσπερ τινὰ ὁρ´μον ἔρημον καὶ ἀνώνυμον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION