호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ καὶ ὅσοι ναυτίλλονταιἀπὸ θεῶν ἄρχονται, ὅσοις γε τοῦ σῴζεσθαι μέλει, καὶ ἀνασωθέντες χαριστήρια θύουσιν τοῖς θεοῖς τοῖς θαλασσίοις, Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ καὶ Νηρηίσιν.? καὶ ὅσοι τὴν γῆν ἐργάζονται, Δήμητρι καὶ τῇ παιδὶ αὐτῆς καὶ Διονύσῳ, οἱ δὲ ἀμφὶ τὰς τέχνας πονούμενοι Ἀθηνᾷ καὶ Ἡφαίστῳ, καὶ οἱ ἀμφὶ παίδευσιν Μούσαις καὶ Ἀπόλλωνι Μουσηγέτῃ καὶ Μνημοσύνῃ καὶ Ἑρμῇ, οἱ δὲ ἀμφὶ τὰ ἐρωτικὰ Ἀφροδίτῃ καὶ Ἔρωτι καὶ Πειθοῖ καὶ Χάρισιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기