호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ἐγώ ἅμα τοῖς συνθήροις ἕπομαι τῷ Κελτῶν νόμῳ, καὶ ἀποφαίνω ὡς οὐδέν ἄνευ θεῶν γιγνόμενον ἀνθρώποις ἐς ἀγαθὸν ἀποτελευτᾷ.? ἀλλὰ καὶ ὅσοι ναυτίλλονταιἀπὸ θεῶν ἄρχονται, ὅσοις γε τοῦ σῴζεσθαι μέλει, καὶ ἀνασωθέντες χαριστήρια θύουσιν τοῖς θεοῖς τοῖς θαλασσίοις, Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ καὶ Νηρηίσιν.
καὶ ὅσοι τὴν γῆν ἐργάζονται, Δήμητρι καὶ τῇ παιδὶ αὐτῆς καὶ Διονύσῳ, οἱ δὲ ἀμφὶ τὰς τέχνας πονούμενοι Ἀθηνᾷ καὶ Ἡφαίστῳ, καὶ οἱ ἀμφὶ παίδευσιν Μούσαις καὶ Ἀπόλλωνι Μουσηγέτῃ καὶ Μνημοσύνῃ καὶ Ἑρμῇ, οἱ δὲ ἀμφὶ τὰ ἐρωτικὰ Ἀφροδίτῃ καὶ Ἔρωτι καὶ Πειθοῖ καὶ Χάρισιν. οὕτω τοι καὶ τοὺς ἐπὶ θήρᾳ ἐσπουδακότας οὐ χρὴ ἀμελεῖν τῆς Ἀρτέμιδος τῆς Ἀγροτέρας οὐδὲ Ἀπόλλωνος οὐδὲ πανὸς οὐδὲ Νυμφῶν οὐδὲ Ἑρμοῦ Ἐνοδίου καὶ Ἡγεμονίου, οὑδὲ ὅσοι ἄλλοι ὄρειοι θεοὶ:
εἰ δὲ μὴ, ἡμιτελῆ ἀποβαίνειν ἀνάγκη τὰ σπουδάσματα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기