호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κύων δὲ θήλεια μὲν ὠκυτέρα ἄρρενος, ἄρρην δὲ θηλείας διαπονεῖσθαι ἀμείνων.? καὶ ὅτι δἰ ἔτους θεῖ, πολλῷ τινι ἐντιμότερον τὸ κτῆμα: καὶ ὅτι θήλειαι μὲν πολλαὶ ἀγαθαί, ἄρρενος δὲ γενναίου ἐπιτυχεῖν οὐκ εὐμαρές, καὶ ταύτῃ ἐντιμότερον. καὶ αἱ θήλειαι μὲν ἀγαπητὸν εἰ καὶ ἐς πέμπτον ἔτος διαφυλάξειαν τὸ ὠκὺ:
ἄρρενες δὲ καὶ ἐς δέκατον διαφυλάσσουσιν. ὥστε μέγα μοι δοκεῖ τὸ κτῆμα ἄρρην κύων τῇ ἀληθείᾳ γενναῖος καὶ οὐκ ἄνευ θεῶν του εὐμενείας παραγίγνεσθαι ἀνδρὶ κυνηγετικῷ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기