호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄρρενα δὲ μὴ πρόσθεν ἢ διέτη γενόμενον ἐξάγειν ἐπὶ θήραν:? πολὺ γάρ τοι ὕστερον τοῖς ἄρρεσιν πήγνυται τὰ μέλη. καὶ ὁ κίνδυνος οὐ σμικρός, ἀλλὰ πολλοὶ ἤδη πρὶν τελεωθῆναι ἀγωνισάμενοι πρὸ ὡρ´ας ἀπώλοντο, καὶ μάλιστα δὴ ὅσοι γενναιότατοι:
ὑπὸ γὰρ μένους τοσοῦτον ὅσον δύνανται θέουσιν. τὰ δὲ ἄλλα ὡσαύτως παραφυλάσσειν, ὅσα ἐπὶ ταῖς θηλείαις ἤδη μοι λέλεκται ὅπως πρακτέον.
φυλάσσειν δὲ ἀπὸ ὀχείας ἐντὸς τῆσδε τῆς ἡλικίας:
οὔτε γὰρ ἡ γονή πω αὐτοῖς πέπηγεν, ἀλλ᾿ ἐστιν ἐξίτηλος τὸ πολὺ καὶ ἀμαυρά, καθάπερ ἡ τῶν παίδων, αὐτοί τε διαφθείρονται πάμπαν, ὡς μηδὲν ἔτι πράττοντα ὕστερον ὀρθῶσαι τὴν ἁμαρτίαν. ἀλλ᾿ ἀπὸ τρίτου μὲν ἔτους ἐφίεσθαι ἐν ὡρ´ᾳ ἂν εἰή τῇ συμμέτρῳ. ἐφιέσθων δὲ ὧδε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기