호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἁλόντος δὲ ἐφομαρτείτω τις σπουδῇ, πρὶν ἐμφορηθῆναι τοῦ αἵματος τὴν κύνα, οὐχ ὅτι δὴ τὰ κρέα ἄρα περὶ πολλοῦ ποιητέον ἀνδρὶ ἐς κάλλος κυνηγετοῦντι, ἀλλ᾿ ὅτι πονηρὸν μάθημα κυνὶ γενναίᾳ, λαγὼ ἐσθίειν.? καὶ ἤδη πολλαὶ κύνες οὕτω διεφθάρησαν, ἐπεὶ μακρῷ δρόμῳ ἀσθμαίνουσαι ἐνεπλήσθησαν, ἔπειτα πνιγεῖσαι ἀπώλοντο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기