- 텍스트

Arrian, Cynegeticus, chapter 24

(아리아노스, Cynegeticus, chapter 24)

ἐν δὲ Λιβύῃ ἀφ᾿ ἵππων τῶν Λιβυκῶν, οἳ δὴ Νομάδες καλοῦνται, οἵ τε ἄνδρες αὐτοὶ καὶ οἱ ἵπποι, ἀπὸ τούτων τῶν ἵππων μὴ ὅτι ἐλάφους αἱροῦσιν ἢ δορκάδας - ταῦτα μὲν γὰρ οὐδὲ διὰ πολλοῦ ἀγῶνος, οὐδὲ ἀγαθοὶ ἵπποι δοκοῦσιν οἱ τοιοῦτόν τι ἑλόντες - ἀλλὰ καὶ τοὺς ὄνους τοὺς ἀγρίους, οἳ δὴ ὠκύτητι διαφέροντές εἰσιν καὶ τῷ ἐπὶ μήκιστον ἀντέχειν θέοντες.? ὁπότε γοῦν ἐπὶ μέγαν βασιλέα ἤλαυνον οἱ ἅμα Κύρῳ τῷ Δαρείου Ἕλληνες, οἷς καὶ Ξενοφῶν συνεστράτευεν, λέγει Ξενοφῶν, ὅτε τὰ πεδία τὰ Ἀραβίων ἐξήνυον, ἀγέλας προφαίνεσθαι τῶν ὄνων τῶν ἀγρίων, καὶ ὑπὸ ἑνὸς μὲν ἱππέως μήποτε ἁλῶναι ὄνον ἄγριον, διισταμένους δὲ ἄλλους ἐπ᾿ ἄλλοις ἐλαύνειν, τοὺς δὲ πολλοῖς ἀντίσχοντας τελευτῶντας ἤδη ἀπαγορεύειν ὑπὸ καμάτου:

οὕτως ἄρα καὶ Κύρῳ τῷ μεγάλου μὲν βασιλέως παιδί, μεγάλου δὲ βασιλέως ἀδελφῷ, οὐκ ἀγαθοὶ διώκειν ἵπποι ἦσαν. Λιβύων δὲ παῖδες ὀκταέτεις ἔστιν οἳ αὐτῶν, οἳ δὲ οὐ πολλῷ πρεσβύτεροι, ἐπὶ γυμνῶν τῶν ἵππων ἐλαύνουσιν, ῥάβδῳ χρώμενοι ἐπ᾿ αὐτοῖς ὅσα Ἕλληνες χαλινῷ, καὶ ἐς τοσοῦτον ἄρα ἐφομαρτοῦσιν τοῖς ὄνοις τοῖς ἀγρίοις, ἔστε τελευτῶντες βρόχον περιβαλόντες τῷ θηρίῳ ἄγουσιν:

τὸ δὲ ἕπεται ἡττημένον. οὕτω τοι θηρῶσιν ὅσοις κύνες τε ἀγαθαὶ καὶ ἵπποι, οὐ πάγαις οὐδὲ ἄρκυσιν οὐδὲ βρόχοις οὐδὲ ἁπλῶς δόλοις καὶ σοφίσμασιν ἐξαπατῶντες τὰ θηρία, ἀλλ᾿ ἐκ τοῦ εὐθέος διαγωνιζόμενοι.

καὶ ἔστιν τὰ θεάματα, ἐμοὶ δοκεῖν, οὐδέν τι ἐκείνοις παραπλήσια, ἀλλὰ τὰ μὲν λῃστείᾳ ἢ κλοπῇ ἐοίκεν, τὰ δὲ πολέμῳ τῷ ἀνὰ κράτος διαπολεμουμένῳ:

καὶ οἳ μὲν ὡς πειραταὶ λάθρᾳ ἐπιπλέοντες προσφέρονται πρὸς τὰ θηρία, οἳ δέ, καθάπερ Ἀθηναῖοι Μήδων ἐκράτησαν ναυμαχίᾳ περὶ Ἀρτεμίσιον ἢ περὶ Σαλαμῖνα καὶ Ψυττάλειαν ἢ αὖθις περὶ Κύπρον, οὕτω δὲ καὶ οὗτοι τῶν θηρίων ἐκ τοῦ ἐμφανοῦς κρατοῦσιν. κυνὸς ἡλικία ἐς τὸ θεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION