호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ τὰς ἐλάφους, ἔνθα τὰ πεδία εὐήλατα, ἐν μὲν Μυσοῖς καὶ ἐν Γέταις καὶ ἐν Σκυθίᾳ καὶ ἀνὰ τὴν Ἰλλυρίδα, ἀφ᾿ ἵππων τῶν Σκυθικῶν καὶ Ἰλλυρικῶν διώκουσιν:? οὗτοι γὰρ ἐλαύνεσθαι μὲν τὰ πρῶτα οὐκ ἀγαθοί, ἀλλὰ κἂν πάνυ καταφρονήσειας ἰδὼν παραβάλλοντας ἵππῳ Θεσσαλῷ ἢ Σικελῷ ἢ Πελοποννησίῳ: διαπονούμενοι δὲ ἐπίπαν ἀντέχουσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기